ὅτι, φησὶν, ἐρράγη έν τῇ ἐρήμῳ ὕδωρ, τὸ νᾶμα τῆς θείας τοῦ σωτηρίου λουτροῦ παλιγγενεσίας· καὶ νῦν γέγονεν ἡ πρὸ μικροῦ ἔρημος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν ἔβρυσε πηγὴ ὕδατος ζῶντος· ἴσχυσάν τε ὡς ἀληθῶς χεῖρες αἱ τὸ πρὶν ἀνειμέναι,
καὶ τῆς τῶν χειρῶν ἰσχύος ἔργα τάδε τὰ μεγάλα καὶ ἐναργῆ δείγματα· ἀλλὰ καὶ τὰ πάλαι σεσαθρωμένα καὶ παρειμένα γόνατα τὰς οἰκείας ἀπολαβόντα βάσεις, τὴν ὁδὸν τῆς θεογνωσίας εὐθυποροῦντα βαδίζει, ἐπὶ τὴν οἰκείαν ποίμνην τοῦ παναγάθου
ποιμένος σπεύδοντα.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.