καὶ ἀπερίστατος, ἧς ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς πύλας ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ συντρίψαντες αὐτὴν, ἧς καὶ τὰς βίβλους διαφθείραντες, ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριον τοῦ θεοῦ, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ
ὀνόματος αὐτοῦ, ἣν ἐτρύγησαν πάντες οἶ παραπορευόμενοι τὴν ὁδὸν, προκαθελόντες αὐτῆς τοὺς φραγμοὺς, ἣν ἐλυμήνατο ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο, Χριστοῦ δυνάμει παραδόξῳ νῦν, ὅτε θέλει αὐτὸς, γέγονεν ὡς κρίνον· ἐπεὶ καὶ
τότε αὐτοῦ νεύματι, ὡσὰν προκηδομένου πατρὸς, 1 ἐπαιδεύετο· ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.