ὑμῶν φιλοτιμίᾳ, τῇ τῶν εἰσφορῶν μεγαλοψυχίᾳ, τῆς αὐτῆς αὐτῷ προθέσεως κατὰ μηδένα τρόπον ἀπολειφθῆναι φιλονεικότερον μεγαλοφρονουμένων, τὸν μεγαλοπρεπῆ τόνδε θεοῦ τοῦ ὑψίστου νεὼν, τῷ τοῦ κρείττονος παραδείγματι ὡσὰν ὁρώμενον μὴ ὁρωμένου,
τὴν φύσιν ἐμφερῆ συνεστήσατο, χῶρον μὲν τόνδε, ὅτι καὶ ἄξιον εἰπεῖν πρῶτον ἁπάντων, πάσης οὐ καθαρᾶς ὕλης ἐχθρῶν ἐπιβουλαῖς παραχωρήσας νον οὐ παριδὼν, οὐδὲ τῇ τῶν αἰτίων παραχωρήσας κακίᾳ, ἐξὸν ἐφ᾿ ἕτερον ἐλθόντα, μυρίων ἄλλων εὐπορουμένων
τῇ πόλει, ῥᾳστώνην εὕρασθαι τοῦ πόνου καὶ πραγμάτων ἀπηλλάχθαι.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.