1 ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ· ὁ δὲ καὶ αὐτὸς ὡσὰν ἐπὶ διδάσκαλον τὸν πρῶτον καθαροῖς νοὸς ὄμμασιν ἀφορῶν, ὅσα βλέπει ποιοῦντα, ὡσὰν ἀρχετύποις χρώμενος παραδείγμασι, τούτων τὰς εἰκόνας, ὡς ἔνι μάλιστα
δυνατὸν, εἰς τὸ ὁμοιότατον δημιουργῶν ἀπειργάσατο, οὐδὲν ἐκείνῳ καταλιπὼν τῷ Βεσελεὴλ, ὃν αὐτὸς ὁ θεὸς πνεύματος ἐμπλήσας σοφίας καὶ συνέσεως καὶ τῆς ἄλλης ἐντέχνου καὶ ἐπιστημονικῆς γνώσεως, τῆς τῶν οὐρανίων τύπων διὰ συμβόλων ναοῦ κατασκευῆς
δημιουργὸν ἀνακέκληται.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.