πάντων τῶν μελῶν χωροῦσα δύναμις, καὶ ψυχὴ τῶν πάντων μία, καὶ προθυμία πίστεως ἡ αὐτὴ, καὶ εἷς ἐξ ἁπάντων θεολογίας ὕμνος· ναὶ μὴν καὶ τῶν προηγουμένων ἐντελεῖς θρησκεῖαι, ἱερουργίαι τε τῶν ἱερωμένων, καὶ θεοπρεπεῖς ἐκκλησίας θεσμοὶ, ὧδε
1 μὲν ψαλμῳδίαις καὶ ταῖς λοιπαῖς τῶν θεόθεν ἡμῖν παραδοθεισῶν φωνῶν ἀκροάσεσιν, ὧδε δὲ θείαις καὶ μυστικαῖς ἐπιτελουμέναις διακονίαις· σωτήριον τε ἦν πάθους ἀπόρρητα σύμβολα.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.