θέαμα, ἐγκαινίων ἑορταὶ κατὰ πόλεις, καὶ τῶν ἄρτι νεοπαγῶν προσευκτηρίων ἀφιερώσεις ἐπισκόπων τε ἐπὶ ταὐτὸ συνηλύσεις, τῶν πόρρωθεν ἐξ ἀλλοδαπῆς συνδρομαὶ, λαῶν εἰς λαοὺς φιλοφρονήσεις, τῶν Χριστοῦ σώματος μελῶν εἰς μίαν συνιόντων ἁρμονίαν
ἕνωσις.
πάντων τῶν μελῶν χωροῦσα δύναμις, καὶ ψυχὴ τῶν πάντων μία, καὶ προθυμία πίστεως ἡ αὐτὴ, καὶ εἷς ἐξ ἁπάντων θεολογίας ὕμνος· ναὶ μὴν καὶ τῶν προηγουμένων ἐντελεῖς θρησκεῖαι, ἱερουργίαι τε τῶν ἱερωμένων, καὶ θεοπρεπεῖς ἐκκλησίας θεσμοὶ, ὧδε
1 μὲν ψαλμῳδίαις καὶ ταῖς λοιπαῖς τῶν θεόθεν ἡμῖν παραδοθεισῶν φωνῶν ἀκροάσεσιν, ὧδε δὲ θείαις καὶ μυστικαῖς ἐπιτελουμέναις διακονίαις· σωτήριον τε ἦν πάθους ἀπόρρητα σύμβολα.
γένος ἡλικίας ἄρρενός τε καὶ θήλεος φύσεως ὅλῃ διανοίας ἰσχύι· δι’ εὐχῶν καὶ εὐχαριστίας γεγηθότι νῷ καὶ ψυχῇ τὸν τῶν ἀγαθῶν παραίτιον θεὸν ἐγέραιρον. ἐκίνει δὲ καὶ λόγους ἅπας τῶν παρόντων ἀρχόντων πανηγυρικοὺς, ὡς ἑκάστῳ παρῆν δυνάμεως,
θειάζων τὴν πανήγυριν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.