νοὶ τῶν τυθέντων , ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς, καὶ κατ’ αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες, ἀνήλισκον λισκον τὴν θυσίαν θᾶττον , ἔνα τοῦ δεινοῦ μηδ’ ὁ πανόπτης γένοιτο θεατής.
πάντα τοῦτον τὸν χρόνον , ἅτε φιλόσοφοι τὸ γένος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴν θεωρίαν, βλέποντες εἰς αὐτὰ, καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦντες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων
c καὶ σφῶν αὐτῶν, ἀνάγκῃ καὶ οὐκ ἐπιθυμίᾳ τοῦτο πράξαντες.’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.