μάλιστα διαφανεῖς τῶν καθ’ Ἑβραίους οὐκ ἄπειροι γεγόνασι πραγμάτων , ἀλλ’ οἶ μὲν καὶ τῷ βίῳ τῶν ἀνδρῶν ταῖς τε παρ’ αὐτοῖς φερομέναις ἱστορικαῖς c διηγήσεσιν ἀλήθειαν ἐπεμαρτύρησαν, οἱ δὲ καὶ τῆς δογματικῆς ὁμοίως αὐτοῖς ἐφήψαντο θεολογίας.
πρῶτα δὲ τὰ πρῶτα παραθήσομαι , δεικνὺς ὅσοι τῶν Ἑλληνικῶν συγγραφέων ἐπ’ ὀνόματος Ἰουδαίων τε καὶ Ἑβραίων τῆς τε παρ’ αὐτοῖς τὸ παλαιὸν ἀδκουμένης φιλοσοφίας καὶ τῆς ἀνέκαθεν τῶν προπατόρων ἱστορίας ἐμνημόνευσαν.
ἀπὸ τοῦ τῶν ἀνδρῶν βίου, ὡς ἂν μάθοις ὅτι μὴ ἐκτὸς σώφρονος λογισμοῦ τὴν τῶν δηλουμένων φιλοσοφίαν d τῶν Ἑλλήνων προτετιμήκαμεν.
τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.