ἐπιτυχὼν πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων ἀντιπαραβάλλοντας· ἤδη γὰρ περὶ τούτων λεκτέον
οἱ δὲ ταῖς ὀλίγων δυναστείαις, ἄλλοι δὲ τοῖς 213 πλήθεσιν ἐπέτρεψαν τὴν ἐξουσίαν τῶν πολιτευμάτων, ὁ δ’ ἡμέτερος νομοθέτης εἰς μὲν τούτων οὐδ’ ὁτιοῦν ἀπεῖδεν, ὡς δ’ ἄν τις εἴποι βιασάμενος τὸν λόγον θεοκρατίαν ἀπέδειξε τὸ πολίτευμα ‚ θεῷ τὴν ἀρχὴν
καὶ τὸ κράτος ἀναθεὶς, καὶ πείσας εἰς ἐκεῖνον ἅπαντας ἀφορᾶν ὡς αἴτιον μὲν ἀπάντων ὄντα τῶν αγαθῶν, ἃ κοινῇ τε πᾶσιν ἀνθρώποις ὑπάρχει καὶ ὅσων ἔτυχον αὐτοὶ δεηθέντες ἐν ἀμηχάνοις · λαθεῖν δὲ τὴν ἐκείνου γνώμην οὐκ ἐνὸν οὔτε τι τῶν πραττομένων
οὐδὲν οὔθ’ ὧν ἄν τις παρ’ αὐτῷ διανοηθείη.
φρονεῖν οἱ σοφώτατοι παρ’ Ἕλλησιν ὅτι μὲν ἐδιδάἸώσηπος] 1 χθησαν‚ ἐκείνου τὰς ἀρχὰς παρασχόντος‚ ἐῶ νῦν λέγειν· ὅτι δέ ἐστι καλὰ καὶ πρέποντα τῇ τοῦ θεοῦ b φύσει καὶ μεγαλειότητι σφόδρα μεμαρτυρήκασι· καὶ γὰρ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων’ οἵ τε μετ’ ἐκεῖνον ἀπὸ τῆς Στοᾶς φιλόσοφοι καὶ μικροῦ
δεῖν ἅπαντες οὕτω φαίνονται περὶ τῆς τοῦ θεοῦ φύσεως πεφρονηκότες.
νόμοις σύμφωνα, οὐ μόνον τοὺς καθ’ ἑαυτὸν ἔπεισεν, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν c περὶ τοῦ θεοῦ πίστιν ἐνέφυσεν ἀμετακίνητον.
ἀρετῆς ἐποίησε τὴν εὐσέβειαν, ἀλλὰ ταύτης μέρη τε ἄλλα καὶ συνεῖδεν αὐτὰ καὶ κατέστησε· λέγω δὲ τὴν δικαιοσύνην, τὴν σωφροσύνην ‚ τὴν καρτερίαν, τὴν τῶν πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν.
λόγοι πάντες ἐπὶ τὴν πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν d ἔχουσι τὴν ἀναφοράν · οὐδὲν γὰρ τούτων ἀνεξέταστον οὐδ’ ἀόριστον παρέλιπεν.
τῶν ἠθῶν οἱ μὲν οὖν ἄλλοι νομοθέται ταῖς γνώμαις διέστησαν καὶ τὸν ἕτερον αὐτῶν ὃν ἔδοξεν ἑκάστοις ἑλόμενοι τὸν ἕτερον παρέλιπον· οἷον Λακεδαιμόνιοι μὲν καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις, ’Αθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες Ἕλληνες ἃ μὲν
χρὴ πράττειν ἢ μὴ προσέταττον διὰ τῶν νόμων ‚ τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν ἔργων ἐθίζειν ὠλιγώρουν.
μένος τροφῆς καὶ τῆς κατὰ τὸν οἶκον ἑκάστων διαίτης οὐδὲν οὐδὲ τῶν βραχυτάτων αὐτεξούσιον ἐπὶ ταῖς βουλήσεσι τῶν χρησομένων κατέλιπεν, ἀλλὰ καὶ περὶ σιτίων ὅσων ἀπέχεσθαι χρὴ καὶ τίνα προσφέρεσθαι, καὶ περὶ τῶν κοινωνησάντων τῆς διαίτης, ἔργων τε
συντονίας καὶ τοὔμπαλιν ἀναπαύσεως ὅρον ἔθηκεν αὐτὸς καὶ κανόνα τὸν νόμον, ἔν’ ὥσπερ ὑπὸ πατρὶ τούτῳ καὶ δεσπότῃ ζῶντες μήτε βουλόμενοι μηδὲν μήθ’ ὑπ’ ἀγνοίας ἁμαρτάνωμεν.
κάλλιστον καὶ ἀναγκαιότατον ἀπέδειξε παίδευμα τὸν νόμον, οὐκ εἰσάπαξ ἀκροασαμένοις, οὐδὲ δὶς ἢ πολλάκις, ἀλλ’ ἑκάστης ἑβδομάδος τῶν ἄλλων ἔργων ἀφεμένους ἐπὶ τὴν ἀκρόασιν ἐκέλευσε τοῦ νόμου συλλέγεσθαι καὶ τοῦτον ἀκριβῶς ἐκμανθάνειν· ὁ δὴ
πάντες ἐοίκασιν οἱ νομοθέται παραλιπεῖν.
οἵ τε τὰς μεγίστας καὶ κυριωτάτας παρ’ αὐτοῖς ἀρχὰς διοικοῦντες ὁμολογοῦσι τὴν ἄγνοιαν· ἐπιστάτας γὰρ παρακαθίστανται τῆς τῶν πραγμάτων οἰκονομίας τοὺς ἐμπειρίαν ἔχειν τῶν νόμων ὑπισχνουμένους.
ἄν τις εἴποι πάντας ἢ τοὔνομα τὸ ἑαυτοῦ. τοιγαροῦν ἀπὸ τῆς πρώτης εὐθὺς αἰσθήσεως αὐτοὺς ἐκμανθάνοντες d ἔχομεν ἐν ταῖς ψυχαῖς ὥσπερ ἐγκεχαραγμέ— νοῦς. καὶ σπάνιος μὲν ὁ παραβαίνων ‚ ἀδύνατος δ’ ἡ τῆς κολάσεως παραίτησις.
μηδὲν ἀλλήλων διαφέρειν ‚ καλλίστην ἐν ἤθεσιν ἀνθρώπων συμφωνίαν ἀποτελεῖ.
364 ἑκάστῳ λέγεται πάθος, ἀλλὰ καὶ παρά τισι τῶν φιλοσόφων ἀποτετόλμηται, τῶν μὲν τὴν ὅλην τοῦ θεοῦ φύσιν ἀναιρεῖν τοῖς λόγοις ἐπικεχειρηκότων ‚ ἄλλων δὲ τὴν ὑπὲρ ἀνθρώπων αὐτὸν πρόνοιαν ἀφαιρουμένων·) οὐδ’ ἐν τοῖς ἐπιτηδεύμασι τῶν βίων ὄψεται
διαφορὰν ‚ ἀλλὰ κοινὰ μὲν ἔργα πάντων παρ’ ἡμῖν, εἷς δ’ ὁ λόγος ὁ τῷ νόμῳ συμφωνῶν περὶ θεοῦ, πάντα λέγων ἐκεῖνον ἐφορᾶν.
ἄν τις καὶ τῶν οἰκετῶν. ὅθεν δὴ καὶ τὸ προσφερόμενον ἡμῖν ὑπό τινων ἔγκλημα, τὸ δὴ μὴ καινῶν εὑρετὰς ἔργ’ ὢν ἢ λόγων ἄνδρας παρασχεῖν, ἐντεῦθεν συμβέβηκεν.
καὶ τοῖς μάλιστα τολμῶσι ταῦτα παραβαίνειν σοφίας δεινότητα μαρτυροῦσιν, ἡμεῖς δὲ τοὐναντίον μίαν c εἶναι καὶ φρόνησιν καὶ ἀρετὴν ὑπειλήφαμεν, τὸ μηδὲν ὅλως ὑπεναντίον μήτε πρᾶξαι μήτε διανοηθῆναι τοῖς ἐξ ἀρχῆς νομοθετηθεῖσιν.
εἴη τεκμήριον τοῦ κάλλιστα τὸν νόμον τεθῆναι. τὰ γὰρ μὴ τοῦτον ἔχοντα τὸν τρόπον αἶ πεῖραι δεόμεναι διορθώσεως ἐλέγχουσιν· ἡμῖν δὲ τοῖς πεισθεῖσιν ἐξ ἀρχῆς τεθῆναι τὸν νόμον κατὰ θεοῦ βούλησιν οὐδ᾿ εὐσεβὲς ἦν ἔτι τοῦτο μὴ φυλάττειν.
παρ᾿ ἑτέρων ὡς ἄμεινον μετήνεγκεν; ἆρά γε τὴν d ὅλην κατάστασιν τοῦ πολιτεύματος; καὶ τίς ἂν καλλίων ἢ δικαιοτέρα γένοιτο τῆς τὸν θεὸν μὲν ἡγεμόνα τῶν ὅλων ἡγεῖσθαι πεποιημένης, τοῖς ἱερεῦσι δὲ κοινῇ μὲν τὰ μέγιστα διοικεῖν ἐπιτρεπούσης, τῷ δὲ
πάντων ἀρχιερεῖ πάλιν πεπιστευκυίας τὴν τῶν ἄλλων ἱερέων ἡγεμονίαν;
τούτοις τὴν περὶ τὸν θεὸν θεραπείαν ἐνεχείρισεν.
καὶ προαγορεύσεις; ἁπλαῖ τε καὶ γνώριμοι. πρώτη δ᾿ ἡγεῖται ἡ περὶ θεοῦ λέγουσα, θεὸς ἔχει τὰ σύμπαντα, παντελὴς καὶ μακάριος, αὐτὸς ἑαυτῶ καὶ πᾶ- σιν αὐτάρκης, ἀρχὴ καὶ μέση καὶ τέλος πάντων οὗτος· ἔργοις μὲν καὶ χάρισιν ἐναργὴς καὶ παντὸς οὑτινοσοῦν φανερώτερος, μορφὴν δὲ καὶ μέγεθος ἡμῖν ἀφανέστατος.
c πρὸς μιμήσεως ἐπίνοιαν ἄτεχνος· οὐδὲν ὅμοιον οὔτ᾿ εἴδομεν οὔτ᾿ ἐπινοοῦμεν οὔτ᾿ εἰκάζειν ἐστὶν ὅσιον.
οὔ τινων ἐργασαμένων ἐπιδεηθεὶς, ἀλλ᾿ αὐτοῦ καλὰ θελήσαντος καλῶς ἦν εὐθὺς γεγονότα.
τὸ ὅμοιον,) κοινὸς ἁπάντων, κοινοῦ θεοῦ ἁπάντων. d τοῦτον θεραπεύουσι μὲν διὰ παντὸς οἱ ἱερεῖς· ἡγεῖται δὲ τούτων ὁ πρῶτος ἀεὶ κατὰ γένος. οὗτος μετὰ τῶν συνιερέων θύσει τῷ θεῷ, φυλάξει τοὺς νόμους, δικάσει περὶ τῶν ἀμφισβητουμένων, κολάσει τοὺς
ἐλεγχθέντας. ὁ τούτῳ μὴ πειθόμενος ὑφέξει δίκην, ὡς εἰς τὸν θεὸν αὐτὸν ἀσεβῶν.
366 εὐσταλεῖς, ὅπως μάλιστα θύοντες σωφρονῶσι. καὶ ἐπὶ ταῖς θυσίαις χρὴ πρῶτον ὑπὲρ τῆς κοινῆς εὔχεσθαι σωτηρίας, εἶθ᾿ ὑπὲρ ἑαυτῶν· (ἐπὶ γὰρ κοινωνίᾳ γεγόναμεν·) καὶ ταύτην ὁ προτιμῶν τοῦ καθ᾿ ἑαυτὸν ἰδίου μάλιστα εἴη θεῷ κεχαρισμένος.
δὲ πρὸς τὸν θεὸν ἔστω διὰ τῆς εὐχῆς καὶ δέησις, οὐχ ὅπως διδῷ τὰ ἀγαθά· (δέδωκε γὰρ αὐ- τὸς ἑκὼν καὶ πᾶσιν εἰς μέσον κατατέθεικεν·) ἀλλ’ ὅπως δέχεσθαι δυνώμεθα καὶ λαβόντες φυλάττωμεν.
καὶ πολλῶν ἄλλων, ἃ μακρὸν ἂν εἴη νῦν γρά- φειν. ”
ὁ νόμος τὴν κατὰ φύσιν τὴν πρὸς γυναῖκα, καὶ ταύτην, εἰ μέλλοι τέκνων ἕνεκα γίνεσθαι· τὴν δὲ πρὸς ἄρρενα ἀρρένων ἐστύγηκε, καὶ θάνατος τὸ ἐπιτίμιον εἴ τις ἐπιχειρήσειε.
αὖ δόλῳ καὶ δι’ ἀπάτης πείσαντας ‚ ἀλλὰ μνηστεύειν c εἴτ’· παρὰ τοῦ δοῦναι κυρίου, καὶ κατὰ συγγένειαν ἐπιτήδειον. γυνὴ χείρων, φησὶν, ἀνδρὸς εἰς ἅπαντα · τοιγαροῦν ὑπακουέτω, μὴ πρὸς ὕβριν, ἀλλ’ ἵνα ἄρχηται· θεὸς γὰρ ἀνδρὶ κράτος ἔδωκε.
δεῖ τὸν γήμαντα μόνῃ· τὸ δὲ τὴν ἄλλου πειρὰν ἀνόσιον. εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία θανάτου παραίτησις · οὔτε εἰ βιάσαιτο παρθένον ἑτέρῳ συνωμολογημένην οὔτ’ εἰ πείσαι γεγαμημένην.
ἀμβλοῦν τὸ σπαρὲν μήτε διαφθείρειν ‚ ἀλλὰ ἢν φανείη, τεκνοκτόνος ἂν εἴη ψυχὴν ἀφανίζουσα καὶ τὸ d γένος ἐλαττοῦσα.
ἀπολούεσθαι, ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβε. καὶ γὰρ ἐμφυομένη σώμασι κακοπαθεῖ, καὶ τούτων αὖ πάλιν θανάτῳ διακριθεῖσα. 216 διόπερ ἁγνείας ἐπὶ πάσι τοῖς τοιούτοις ἔταξεν.
καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι, τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ’ ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι μήτε σκῆψιν ἀγνοίας ἔχωσι.
b ἐπιφανῶν, ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν ἔταξε τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, πᾶσι δὲ τοῖς παριοῦσι θαπτομένου τινὸς καὶ προσελθεῖν καὶ συναποδύρεσθαι νόμιμον ἐποίησε. καθαίρειν δὲ κελεύει καὶ τὸν οἶκον καὶ τοὺς ἐνοικοῦντας ἀπὸ κήδους, ἕνα πλεῖστον
ἀπέχῃ τοῦ δοκεῖν καθαρὸς εἶναί τις φόνον ἐργασάμενος.
c ἔχειν τοὺς νέους φησὶν ‚ ἐπεὶ πρεσβύτατον ὁ θεός.
ἱκέτην, βοηθεῖν ἐνὸν, ὑπεύθυνος. ὃ μὴ κατέθηκέ τις, οὐκ ἀναιρήσεται. τῶν ἀλλοτρίων οὐδενὸς ἄψεται. δανείσας τόκον οὐ λήψεται. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια τὴν πρὸς ἀλλήλους ἡμῶν συνέχει κοινωνίαν.”
d
δέχεται φιλοφρόνως ‚ οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ προαιρέσει τοῦ βίου νομίζων εἶναι τὴν οἰκειότητα · τοὺς δὲ ἐκ παρέργου προσιόντας ἀναμίγνυσθαι τῇ συνηθείᾳ οὐκ ἠθέλησε.
δεομένοις πῦρ, ὕδωρ, τροφὴν ‚ ὀδοὺς φράζειν, ἄταφον μὴ περιορᾶν.
μάχῃ πεσόντας, καὶ τῶν αἰχμαλώτων προυνόησεν, ὅπως αὐτῶν ὕβρις ἀπῇ, μάλιστα δὲ γυναικῶν.
τὴν νενομισμένην, πᾶσαν δ’ ἑτέραν ἐκώλυσεν. ἃ δ’ ὥσπερ ἱκετεύοντα προσφεύγει ταῖς οἰκίαις, ἀπεῖπεν b ἀνελεῖν· οὐδὲ νεοττοῖς τοὺς γονέας αὐτῶν ἐπέτρεψε συνεξαίρειν· φείδεσθαι δὲ κἀν τῇ πολεμίᾳ τῶν ἐργαζόμενον ζῴων καὶ μὴ φονεύειν.’’
ἂν μοιχεύσῃ τις, ἂν βιάσηται κόρην, ἂν ἄρρενι τολμήσῃ πεῖραν προσφέρειν ‚ ἂν ὑπομείνῃ παθεῖν ὁ πειρασθείς.
γὰρ γονέων ἀδικίας, ἢ τῆς εἰς τὸν θεὸν ἀσεβείας, 217 κἂν μέλλῃ τις ‚ εὐθὺς ἀπόλλυται.
ἀλλ’ αὐτὸς ἕκαστος αὑτῷ τὸ συνειδὸς ἔχων μαρτυροῦν πεπίστευκε, (τοῦ μὲν νομοθέτου προφητεύσαντος, τοῦ δὲ θεοῦ τὴν πίστιν ἰσχυρὰν παρεσχηκότος,) ὅτι τοῖς τοὺς νόμους διαφυλάξασιν, κἂν εἰ δέοι θνήσκειν ὑπὲρ αὐτῶν, προθύμως ἀποθανεῖν ‚ ἔδωκεν ὁ
θεὸς γενέσθαι τε πάλιν καὶ βίον ἀμείνω λαβεῖν ἐκ περιτροπῆς.’’
φθέγξασθαι παρὰ τὸν νόμον πάντα παθεῖν γενναίως προείλοντο. καίτοι γε εἰ μὴ συμβεβήκει γνώριμον ἡμῶν τὸ ἔθνος ἅπασιν ἀνθρώποις ὑπάρχειν ‚ κἀν φανερῷ κεῖσθαι τὴν ἐθελούσιον ἡμῶν τοῖς νόμοις ἀκολουθίαν, ἀλλά τις ἢ συγγράψαι λέγων αὐτὸς ἀνεγίνωσκε
τοῖς Ἕλλησιν, ἤ που περιτυχεῖν ἔξω τῆς γινωσκομένης γῆς ἔφασκεν ἀνθρώποις ‚ τοιαύτην μὲν b ἔχουσι δόξαν οὕτω σεμνὴν περὶ τοῦ θεοῦ, τοιούτοις δὲ νόμοις πολὺν αἰῶνα βεβαίως ἐμμεμενηκόσι, πάντας ἂν οἶμαι θαυμάσαι διὰ τὰς συνεχεῖς παρ’ αὐτοῖς
μεταβολάς · ἀμέλει τῶν γράψαι τι παραπλήσιον εἰς πολιτείαν καὶ νόμους ἐπιχειρησάντων ὡς θαυμαστὰ συνθέντων κατηγοροῦσι ‚ φάσκοντες αὐτοὺς λαβεῖν ἀδυνάτους ὑποθέσεις.
παρὰ τοῖς Ἕλλησιν, ὡς καὶ σεμνότητι βίου διενεγκὼν, καὶ δυνάμει λόγων καὶ πειθοῖ πάντας c ὑπεράρας τοὺς ἐν φιλοσοφίᾳ γεγονότας ‚ ὑπὸ τῶν φασκόντων δεινῶν εἶναι τὰ πολιτικὰ μικροῦ δεῖν χλευαζόμενος καὶ κωμῳδούμενος διατελεῖ.
τἀκείνου σκώπτων συχνῶς τις ἂν εὕροι ῥᾷον καὶ τὰς τῶν πολλῶν ἔγγιον συνηθείας. αὐτὸς δὲ Πλάτων ὡμολόγηκεν ὅτι τὴν ἀληθῆ περὶ τοῦ θεοῦ δόξαν εἰς τὴν τῶν ὄχλων ἄνοιαν οὐκ ἦν ἀσφαλὲς ἐξενεγκεῖν.
νομίζουσι ‚ κατὰ πολλὴν ἐξουσίαν κεκαλλιγραφημέωους. μάλιστα δὲ τῶν νομοθετῶν Λυκοῦργον τεθαυμάκασι, d καὶ τὴν Σπάρτην ἅπαντες ὑμνοῦσιν, ὅτι τοῖς ἐκείνου νόμοις ἐπὶ πλεῖστον ἐνεκαρτέρησαν.
τὸ πείθεσθαι τοῖς νόμοις. οἶ δὲ Λακεδαιμονίους θαυμάζοντες τὸν ἐκείνων χρόνον Λακεδαιμονίους ’σαν τοῖς πλείοσιν ἢ δισχιλίοις ἔτεσι τῆς ἡμετέρας πολιτείας· καὶ προσέτι λογιζέσθωσαν ὅτι Λακεδαιμόνιοι μὲν, ὅσον ἐφ’ ἑαυτῶν χρόνον εἶχον τὴν ἐλευθερίαν,
ἀκριβῶς ἔδοξαν τοὺς νόμους διαφυλάττειν, ἐπεὶ μέντοι περὶ αὐτοὺς ἐγένοντο μεταβολαὶ τῆς τύχης‚ μικροῦ δεῖν ἁπάντων ἐξελάθοντο τῶν νόμων· ἡμεῖς δὲ ἐν τύχαις μυρίαις γεγονότες, διὰ τἀς τῶν βασιλευσάντων τῆς Ἀσίας μεταβολὰς, οὐδ’ ἐν τοῖς 370
ἐσχάτοις τῶν δεινῶν τοὺς νόμους προύδομεν. ”
Ἐλεάζαρος καὶ τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι τετιμημένος b μικρῷ πρότερον ἡμῖν ἐδηλοῦτο, ὃς δὴ τοῖς παρὰ βασιλέως ὡς αὐτὸν ἥκουσι πρεσβείας ἕνεκα τῆς τῶν Ἑβραϊκῶν λόγων ἐπὶ τὴν Ἑλλάδα μεταβολῆς τὸν τρόπον ὑποτυπούμενος τῆς ἐν τοῖς ἱεροῖς νόμοις
218 ἀλληγορουμένης ἰδέας, τοιαύτην πεποίηται τοῦ λόγου τὴν διδασκαλίαν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.