ἐκείνοις ἐστὶ, πρᾶον εἶναι δοκοῦν καὶ τιθασὸν, καὶ δικῶν ἐπαγωγὰς καὶ σκήψεις καὶ ἀναβολὰς καὶ τιμήσεις καὶ πάλιν ὑποτιμήσεις ἔχον; οὐδὲν ‚ ἀλλὰ πάντα ἁπλᾶ καὶ δῆλα ἐὰν παιδεραστῇς ‚ ἐὰν μοιχεύῃς, ἐὰν βιάσῃ παῖδα, ἄρρενα μὲν μηδὲ λέγε) ἀλλὰ κἂν θήλειαν·
ὁμοίως ἐὰν σαυτὸν καταπορνεύῃς ‚ ἐὰν καὶ παρ’ ἡλικίαν αἰσχρόν τι πάθῃς, ἢ δοκῇς, ἢ μέλλῃς, θάνατος ἡ ζημία.
ἔργῳ μόνον, ἀλλὰ καὶ ἐὰν ῥήματι τῷ τυχόντι, εἰς μὲν θεὸν αὐτὸν, (ἵλεως ἡμῖν ὁ θεὸς καὶ αὐτῆς τῆς περὶ τούτων ἐννοίας γένοιτο, οὐδὲ ἄξιον λέγειν,) ἀλλ’ εἰς 358 πατέρα ἢ μητέρα, ἢ εὐεργέτην σαυτοῦ, θάνατος ὁμοίως, καὶ οὗτος οὐ κοινὸς οὐδ’ ὁ τυχὼν, ἀλλὰ δεῖ καταλευσθῆναι τὸν εἰπόντα μόνον, ὡς οὐ χείρονα
ἀσεβείας πράξαντα.
αὐτοῖς ‚ μηδ’ ὡς τῷ θεῷ ταῦτα ἀνίησιν εἰ δὲ λόγῳ μόνον ὑποσχέσθαι προσπέσοι ‚ ψαῦσαι καὶ b θιγεῖν αὐτῶν οὐκ ἔστιν, ἀλλ’ εὐθὺς ἁπάντων ἀποκεκλεῖσθαι.
ὥσπερ ἔφην, προσπεσόν τι καὶ λαθὸν αὐτὸν ῥῆμα ἐπ’ ἀναθέσει εἰπόντα δὲ πάντων στέρεσθαι, μεταγινώσκοντι δὲ ἢ· ἐπανορθουμένῳ τὰ λελεγμένα καὶ τὴν ψυχὴν προσαφαιρεῖσθαι.
ἀνὴρ ἱερὰν εἶναι ‚ τροφῆς ἀνέχειν· ἐὰν πατὴρ υἱῷ, ἐὰν ἄρχων τῷ ὑπηκόῳ ‚ ταὐτόν. καὶ ἔκλυσις δὲ ἐπιφημισθέντων ἡ μὲν τελειοτάτη καὶ μεγίστη, τοῦ ἱερέως ἀποφήσαντος · ὑπὸ γὰρ τοῦ θεοῦ κύριος οὗτος δέξασθαι· καὶ μετὰ ταύτην δὲ ἡ παρὰ τῶν μᾶλλον
ἀεὶ κυρίων ὁσία ἵλεων τὸν θεὸν ἀποφαίνειν ‚ ὡς μηδὲ ἐπάναγκες τὴν ἀνάθεσιν δέχεσθαι.
ἀναιρεῖσθαι, μηδ’ ἐκ πρασιὰς ‚ μηδ’ ἐκ ληνοῦ ‚ μηδ’ ἐξ ἅλωνος· μὴ θημῶνος ὑφαιρεῖσθαι μέγα ἢ μικρὸν ἀπλῶς μηδέν· μὴ πυρὸς δεηθέντι φθονεῖν· μὴ μάτα ὑδάτων ἀποκλείειν ‚ ἀλλὰ καὶ πτωχοῖς καὶ πηροῖς τροφὴν ἐρανίζουσι πρὸς τὸν θεὸν εὐαγῶς ἀνέχειν.
δεσμὰ, μὴ κακὸν μηδὲν πλέον τῷ ἐν ἀνάγκαις προσεπιφέρειν· μὴ γονὴν ἀνδρῶν ἐκτέμνοντας, μὴ γυναικῶν ἀτοκίοις καὶ ἄλλαις μηχαναῖς ἀμβλοῦν· μὴ ζῴοις ἔμπαλιν ἢ κατέδειξεν εἴτ’ οὑν ὁ θεὸς, εἴτε τις καὶ νομοθέτης, προσφέρεσθαι· μὴ σπέρμα ἀφανίζειν·
μὴ γέννημα δουλοῦν·
αἰχμαλώτους ἔχῃς · μὴ γυναῖκα ἀνδρὸς, κἂν νομίμως ἐωνημένος ᾖς δεσπότης.
τοιούτων ἧττόν ἐστιν. οὐδενὸς ἄξια ταῦτά γε εἴποις ἄν· ἀλλ’ ὅ γε ἐπ’ αὐτοῖς νόμος ἐστὶ μέγας, καὶ πάσης ἐπιμελείας αἴτιος ‚ καὶ αἶ προρρήσεις μεγάλαι, c καὶ ἀραὶ κατά τε ἐξωλείας ‚ καὶ ὁ θεὸς ἐπόπτης τῶν τοιούτων, καὶ τιμωρὸς ἁπανταχοῦ.
ἔθους,) μηδὲν ἂν παραβῆναι τῶν προστεταγμένων, οὐ θαυμάζεις;
αὐτοὺς μὴ τἄλλα μόνον ἱκανοὺς εἷναι δρᾶν καὶ μὴ δρᾶν ὡσαύτως ‚ ἀλλ’ ἔτι καὶ τῶν πατρίων νόμων καὶ ἐθῶν ἐμπείρως ἔχειν.
καὶ κόσμῳ τῶν νόμων ἀκροᾶσθαι τοῦ μηδένα ἀγνοῆσαι χάριν.
εἶς ἀναγινώσκει τοὺς ἱεροὺς νόμους αὐτοῖς, καὶ καθ’ ἕκαστον ἐξηγεῖται μέχρι σχεδὸν δείλης ὀψίας · κἀκ τοῦδε ἀπολύονται τῶν τε νόμων τῶν ἱερῶν ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν έπιδεδωκότες.
μᾶλλον ἀναγκαῖα αὐτοῖς; τοιγαροῦν οὐκ b ἐπὶ θεσμῳδοὺς ἔρχονται περὶ τῶν πρακτέων ‚ καὶ μὴ διερωτῶντες οὐδὲ καθ’ ἑαυτοὺς ὑπ’ ἀγνοίας τῶν νόμων ῥᾳδιουργοῦσιν, ἀλλ’ ὅντινα αὐτῶν κινεῖς καὶ περὶ τῶν πατρίων διαπυνθάνῃ ‚ προχείρως ἔχει καὶ
ῥᾳδίως εἰπεῖν, καὶ ἀνὴρ γυναικὶ ‚ καὶ παισὶ πατὴρ, καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δοκεῖ τοὺς νόμους παραδιδόναι.
ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις, ἀλλὰ τὴν γῆν ἀργὴν ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις, εὐθενείας χάριν. πολὺ γὰρ διαφέρειν αὐτὴν ἀνάπαυλαν λαβοῦσαν, c εἶτα δὲ εἰς νέωτα γεωργεῖσθαι, καὶ μὴ τῇ συνεχείᾳ τῆς ἐργασίας κατεξάνθαι.
γὰρ συνεχὲς καὶ ὁμοιοειδὲς ἀεὶ, μάλιστα δὲ ἐπ᾿ ἔργων, βλάπτειν ἔοικε.
δέξαιντο. οὐ γὰρ αὐτοὶ τῶν πόνων ἀνέχειν οἴονται δεῖν μόνοι· (καίτοι κἂν εἰ τοῦτ᾿ ἐποίουν, οὐδὲν ἂν θαυμαστὸν ἦν·) ἀλλὰ τὴν χώραν αὐτοῖς ἄνεσίν τινα καὶ ῥᾳστώνην, εἰς ἀρχὴν ἑτέραν τῆς αὖθις ἐπιμελείας καὶ γεωργίας, λαβεῖν.
πρὸς τοῦ θεοῦ ἐπὶ τοῦ παρελθόντος ἔτους αὐτὴν προεκδοῦναι καὶ παρὰ τῶν ἐργαζομένων τὸν ἐκείνων 361 φόρον τοῦ ἔτους ἐκλέγειν; ἀλλ᾿, ὥσπερ ἔφην, κατ᾿ οὐδένα τρόπον οὐδὲν τῶν τοιούτων, προνοίᾳ, μοι δοκεῖ, τῆς χώρας, ἐκδέχονται.
αὐτῶν καὶ τοῦτο μέγα ὡς ἀληθῶς σημεῖον. ἐπεὶ γὰρ αὐτοὶ τῶν ἔργων ἐκείνου τοῦ ἔτους ἀνέχουσι, τοὺς γινομένους καρποὺς οὐκ οἴονται δεῖν συλλέγειν οὐδ᾿ ἀποτίθεσθαι, μὴ ἐκ τῶν οἰκείων πόνων περιόντας αὐτοῖς· ἀλλ᾿, ἅτε τοῦ θεοῦ παρεσχηκότος
αὐτοῖς, ἀνιείσης ἐπ᾿ αὐτομάτου τῆς γῆς, τοὺς βουλομένους ἢ δεομένους τῶν τε ὁδοιπόρων καὶ τῶν ἄλ- b λων ἀξιοῦσι μετὰ ἀδείας χρῆσθαι.
ἴσως πολλῶν πολλάκις καὶ ἰατρῶν καὶ φυσιόλογων καὶ φιλοσόφων ἀκηκοὼς περὶ τούτου πρότερον, ἥν- τιν’ ἄρα δύναμιν ἔχει πρός τε τὴν τῶν συμπάντων καὶ δὴ πρὸς τὴν ἀνθρωπείαν φύ.σιν. οὗτος ὁ τῆς ἑβδόμης λόγος.
Ἰώσηπος ἱστορεῖ ἐν δευτέρῳ συγγράμματι ὧν πεποίηται Περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος ‚ τοῦτον γρά- φων καὶ αὐτὸς τὸν τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.