Ἡράκλειτος τὸ πῦρ, Πυθαγόρας ἀριθμοὺς, Ἐπίκουρος ἅμα Δημοκρίτῳ σώματα ἄτομα, Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα. ἴδωμεν τοιγαροῦν καὶ τὰ παρ’ Εβραίοις λόγια.
πάσης καταλήψεως, δευτέραν οὐσίαν καὶ θείαν δύναμιν, ἀρχὴν τῶν γενητῶν ἀπάντων πρώτην τε d ὑποστᾶσαν κἀκ τοῦ πρώτου αἰτίου γεγενημένην, εἰσ- άγουσι, λόγον καὶ σοφίαν καὶ θεοῦ δύναμιν αὐτὴν προσαγορεύοντες.
τὸ κλέος. ὁ κύριος συνέστησεν αὐτῆς τὴν ὁδὸν, αὐτὸς δὲ οἶδε τὸν τόπον αὐτῆς.
189 τοῦτον ἐνευφημήσας τὸν τρόπον· οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου παῖς Σολομῶν ὧδέ πη ἐξ αὐτῆς προσωποποιεῖ 321 τῆς σοφίας λέγων “ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι
δικαιοσύνην.”
ἡτοίμαζε τὸν οὐρανὸν συμπαρήμην αὐτῷ, καὶ ὡς b ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ᾿ οὐρανὸν, ἤμην σὺν αὐτῷ ἁρμόζουσα. ἐγὼ ἤμην ᾗ προσέχαιρε καθ᾿ ἡμέραν, ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας.”
Σολομῶν ἐν Παροιμίαις. καὶ ταῦτα δέ πη ἐξ αὐτοῦ λέγεται τοῦ προσώπου “τί δέ ἐστιν σοφία, καὶ πῶς ἐγένετο, ἀπαγγελῶ, καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστή- c ρια, ἀλλ᾿ ἐξ ἀρχῆς γενέσεως ἐξιχνιάσω.” οἷς ἑξῆς ἐπιλέγει “ἔστι γὰρ αὕτη πνεῦμα νοερὸν, ἅγιον, μονογενὲς,
πολυμερὲς, λεπτὸν, εὐκίνητον, τρανὸν, ἀμόλυντον, παντοδύναμον, παντεπίσκοπον, καὶ διὰ πάν- τῶν χωροῦν πνευμάτων, νοερῶν, καθαρῶν, λεπτοτάτων.
τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής· διὸ οὐδὲν μεμολυσμένον εἰς αὐτὴν παρεμπίπτει. ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως, d
καὶ διοικεῖ τὰ πάντα χρηστῶς.”
χρησμοῖς τὰ πολλὰ παιδεῦσαί τε καὶ θεσπίσαι τὰ μέλλοντα ἱστορεῖ, ὁπηνίκα θεὸν καὶ κύριον ὦφθαί τε καὶ εἰς λόγους τῶν προφητῶν ἐλθεῖν μνημονεύει.
μείζονος ἀπεσταλμένον άλεσταλμένον, ὧδέ πη θεσπίζει ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.’ καὶ πάλιν ἄλλοτέ φησιν ἴως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.” ἔνθεν καὶ ἡ εὐαγγελικὴ διδασκαλία τὸ προφητικὸν καὶ
πάτριον ἀνανεουμένη δόγμα ταύτῃ πη διασαφεῖ τὴν θεολογίαν “ἐν ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν 322 ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ
ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.”
ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.”
ὡς ἂν πατρὸς πρὸς υἱὸν υἱὸν, διάταξίν τε καὶ παρακέλευσιν 190 ὑφιστάμενος πάντη γὰρ δήπουθεν δῆλον ὡς πᾶς ὁ λέγων τι ἑτέρῳ λέγει, καὶ ὁ ἐντελλόμενος c ἑτέρῳ παρ’ ἑαυτὸν ἐντέλλεται.
δηλαδὴ καὶ υἱοῦ, ὧδέ πη ἐπὶ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας ἱστορεῖ λέγων “καὶ ἔβρεξε κύριος παρὰ κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ.”
ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ προιὼν τὴν κρύφιον καὶ τοῖς πᾶσιν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ᾐνίξατο, φάσκων ἐκ d γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.”
γραφῇ διανοίας Ἑβραῖον ἄνδρα παραστήσω παραστήσω, τὰ οἰκεῖα πατρόθεν ἀκριβοῦντα καὶ παρὰ διδασκάλων τὸ δόγμα μεμαθηκότα μεμαθηκότα, εἰ δή σοι τοιοῦτος ὁ Φίλων. ἐπάκουσον οὖν καὶ τοῦδε, ὅπως τὰς θείας ἑρμηνεύει φωνάς ·
1
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.