ἀρχόμενος ὁ κατ’ αὐτοὺς λόγος παρίστησιν, οὐ συλλογισμοῖς οὐδὲ πιθανολογίαις πιθανολογίαις, δογματικώτερον δὲ καὶ διδασκαλικώτερον ἐπιθειάζων τῷ ἁγίῳ πνεύματι· d ὑφ᾿ οὗ θεοφορούμενος ὧδέ πως ὁ Μωσῆς ἀπήρξατο τῆς θεολογίας, “ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν 187 καὶ τὴν γῆν.”
“εἶπεν ὁ θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ πᾶν ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο.” καὶ αὖθις “εἶπεν ὁ θεὸς γενηθήτωσαν φωστῆρες
ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτοὺς, καὶ ἐγένετο.” 318 καὶ πάλιν “εἶπεν ὁ θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πάντα τὰ πετεινὰ
τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγένετο.” καὶ πάλιν “ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος, καὶ ἐγένετο.”
θεὸν παρίστησιν, οὐ μὴν δὲ φωνῇ καὶ συλλαβαῖς φάναι αὐτὸν ἐπινοεῖν ἀναγκαῖον, ἀλλὰ τὸν πάντα λόγον ἀνακεφαλαιούμενος “αὕτη” φησὶν “ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.”
b
προνοίας αὐτὸν διοικεῖσθαι, ὡς μὴ μόνον δημιουργὸν εἶναι τῶν ὅλων καὶ ποιητὴν τὸν θεὸν, ἀλλὰ καὶ σω- τἤρᾳ καὶ διοικητὴν καὶ βασιλέα καὶ ἡγεμόνα, ἡλίῳ αὐτῷ καὶ σελήνῃ καὶ ἄστροις καὶ τῷ σύμπαντι οὐρανῷ τε καὶ κόσμῳ δι’ αἰῶνος ἐπιστατοῦντα, μεγάλῳ c τε ὀφθαλμῷ καὶ ἐνθέῳ δυνάμει πάντ’ ἐφορῶντα,
καὶ τοῖς πᾶσιν οὐρανίοις τε καὶ ἐπιγείοις ἐπιπαρόντα, καὶ τὰ πάντα ἐν κόσμῳ διατάττοντά τε καὶ διοικοῦντα.
ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ θεὸς πόρρωθεν. εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐ γνώσομαι αὐτό αὐτό; οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος,”
καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη ’στ’ σταθμῷ καὶ τὰς νάπας ζυγῷ; τίς ἔγνω νοῦν κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο;” καὶ πάλιν “ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν.” καὶ αὖθις ἀναβλέψατε εἰς ὕψος τοὺς
ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα.” καὶ ἑξῆς “κύριος κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτὴν, ἐγὼ κύριος ὁ θεός.”
καὶ ἑξῆς “ἐξέτεινα ἐξέτεινα τὸν οὐρανὸν μόνος, καὶ ἐστερέωσα τὴν γῆν· ἐγὼ κύριος ὁ θεὸς, οὐκ ἔστι πλὴν ἐμοῦ.” 319
κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ φρονήσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως.”
τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν στρώσω εἰς τὸν ᾅδην, πάρει. εἰ ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρθρον, καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης· 188 καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με. με.”
μετὰ Μωσέα θεολόγων, τῶν δὴ καὶ Ἑβραίων, τυγχάνει, συνῳδὰ τοῖς παλαιτάτοις προπάτορσι θεολογούντων· τῶν δέ γε πρὸ Μώσεως θεοφιλῶν καὶ c τρισμακαρίων ἀνδρῶν, τῶν δὴ καὶ πρώτων Ἑβραίων, αὐτοῦ τε πρώτου πάντων Ἁβραὰμ, ὅς καὶ προπάτωρ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀνείρηται, ἄκουε.
τὸν Ἁβραὰμ εὐλογῶν τούτοις τοῖς ῥήμασιν‘‘ “εὐλογημένος Ἁβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι· καὶ εὐλογητὸς ὁ θεὸς, d ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.”
προσδιαλεγόμενον “θὲς θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρὸν μου, καὶ ἐξορκιῶ σε κύριον τὸν θεὸν τοῦ οὐρανοῦ, καὶ τὸν θεὸν τῆς γῆς.” καὶ ἐπιλέγει “κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην.”
θεολογίας ἐκκείσθω. ἆρ’ οὖν ἄξιον ἐν συγκρίσει παραβάλλειν αὐτοῖς τὰς τῶν σοφῶν Ἑλλήνων θεολογίας, τῶν μὲν μηδ’ ὅλως εἶναι θεὸν ἀποφηναμένων, τῶν δὲ τοὺς ἀστέρας εἶναι φασκόντων, οὓς καὶ μύδρους τυγχάνειν διαπύρους, ἥλων καὶ πετάλων δίκην ἐμπεπηγότας
τῷ οὐρανῷ, τῶν δὲ πῦρ εἶναι τεχνικὸν ὁδῷ βαδίζον, καὶ τῶν μὲν μὴ προνοίᾳ θεοῦ διοικεῖσθαι 320 τὸν κόσμον, φύσει δέ τινι ἀλόγῳ, τῶν δὲ τὰ μὲν οὐράνια μόνα ὑπὸ θεοῦ διοικεῖσθαι, οὐ μὴν καὶ τὰ ἐπὶ γῆς, καὶ πάλιν ἀγέννητον εἶναι τὸν κόσμον,
καὶ μηδ’ ὅλως ὑπὸ θεοῦ γενέσθαι, αὐτομάτως δὲ καὶ συντυχικῶς ὑφεστάναι, τῶν δὲ ἐξ ἀτόμων καὶ λεπτῶν σωμάτων ἀψύχων τινῶν καὶ ἀλόγων τὴν τοῦ παντὸς σύστασν γεγονέναι;
βραχέσι τοιαῦτα· συνιδεῖν δὲ ἕπεται καὶ τὰ μετὰ τὸν τῶν ὅλων θεὸν περὶ τῆς τῶν γενητῶν ἀρχῆς Ἑβραίοις πεφιλοσοφημένα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.