δέ μοι τὰ λοιπὰ πάντα παρεὶς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ’ ὅπως ὑπήχθην , οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γὰρ, τό γ ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπίνου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτὸ εἴτε ἓρμα εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα, Δημόχριτος c δέ γε, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος , ὁ
μὲν δοῦλον, ὁ δὲ ἡμίδουλου ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι.
οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν
ἔξεστιν, εἴποις ἂν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ ἐγὼ προσέταττον;
’ρᾶν κτίζειν , καὶ ἕξομαι καὶ καθιῶ, εἴτε λέγοις εἴτε μὴ, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι , ἀλλὰ σὺ , ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος.
b
νῆσος αὕτη πρὶν Ἠερία ἐκαλεῖτο. σὺ οὖν, δεινὸς γὰρ ἐπεξελθεῖν, οὐκ ἀνέξῃ, οἶμαι, αὐτοῦ οὕτως ὄντος ἀχαρίστου καὶ θρασέος, ὃς , εἰ μὴ σὺ μηνῦσαι αὐτῷ ἐβουλήθης, οὐκ ἄν ποτε ἤγγειλεν, οὐδ’ ἂν Ἀρχίλοχος c ὁ υἱὸς αὐτοῦ Παρίους ἐξενάγησεν, οὐδ’ ἂν οἷ Παρίοι
Θάσον ᾤκησαν.
φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν;
ἀνθρώπων ὁ μὲν γόης , ὁ δὲ γόητος ἀπελεγκτής· ὡς δ’ ἂν σὺ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεὸς, καὶ ὁ μὲν μάντις, ὁ δὲ συκοφάντης ; καὶ ἔστω γέ σοι οὕτως ἔχον, 151 ἐάνπερ ἔγωγε ἁλῶ.
τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; δῆλον ὅτι. οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε πιστότερον.
ἀπεκτονὼς τὴν μητέρα, καὶ οἴκοθεν ἐλαυνόμενος καὶ οἴκαδε ἐπιθυμῶν. οὐ γὰρ οἶδεν οὔτ’ εἰ ἔστι τι 257 αὐτὸς τὸ παράπαν, οὔτε εἰ οἴκοθεν ἐλαύνεται, οὔτ’ εἰ οἴκαδε ἐπιθυμεῖ· ἀλλ’ εἰ καὶ μαίνεται ὁ Ἀλκμαίων καὶ ὑπονοεῖ τὰ μὴ ὄντα, ὅ γε Πύθιος οὐ μαίνεται. μηδὲ λέγε οὕτως
οὐδὲ γὰρ σὺ οἶσθά πω εἲ σέ τις ἐρωτᾷ Ἀμφιαρηιάδης, οὐδ’ εἰ σὺ τὶ εἶ ὁ ἐρωτώμενος , καὶ λέγειν ἔχων περὶ b ὧν τις ἐρωτᾷ.
τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν Οὖτιν ’ μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα.
οὒτ οἶδεν οὔτε οἶος εἰδέναι ’ πολὺ γὰρ· πρότερον οὐδ’ εἰ αὐτός τί ἐστιν οἶδεν.
μὲν ἂν, ὑπερβάλλοι δὲ οὐκ ἄν.
ἀνταγανακτήσωμεν.
μικρῶν ἐκείνων σωμάτων τῶν φερομένων κάτω καὶ ἀναπαλλομένων ἄνω καὶ περιπλεκομένων καὶ διαλυο- μένων καὶ διισταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγ- κης;
τοῦ ἄγεσθαι , οὐδὲ ὅσον τοῦ αἱρεῖσθαι καὶ τοῦ ἀναγ- κάζεσθαι.
κύριος ἔσεσθαι τῆς ἑαυτοῦ βουλήσεως , καὶ οὔτε τις Ἀπόλλων οὔτε τις αὐτοῦ ὑπέρτερος ἐξικνεῖσθαι ἱκα- νὸς οὐδεμιᾷ δυνάμει ὧν οὐκ ἔστιν οὔτε ὕπαρξις οὔτε b γενέσεως ἀνάγκη
τοῖς ἀνθρώποις τι εἶναι, καὶ εἱρμὸν οὐδὲν ἧττον εἶναι. προσεοικέναι γὰρ αὐτὸν, ὡς λέγουσιν οἱ σοφώτεροι, , τῷ Εὐριπιδείῳ λόγῳ ’
δ’ αὐτῷ ἐπεῖναι ἀνάγκην ἄφυκτον ὑπὸ τοῦ φύντος αὐτὸν ἀποθανεῖν ’ οὕτως οὑν τὴν ἐπὶ τῷ μελλοντι c ἀνάγκην παρέχειν τῷ μάντει τὴν τοῦ γενησομένου προαίσθησιν.
τοῦ τεκνῶσαι καὶ μὴ , οὕτως οὕτος τοῦ ἀποκτεῖναι καὶ μή. τοιαῦτα δὲ ὑμῶν τὰ μαντεύματα πάντα· καὶ ὁ Εὐριπίδειος Ἀπόλλων τοῦτ’ ἐκεῖνο ἦν ὃ ἔλεγεν, τὸ καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος.
πλεονεξίᾳ, καὶ γάμῳ τοῦ φυγάδος ἐν Ἄργει, καὶ στόλῳ στρατηγῶν ἑπτὰ καταγελάστων καὶ συμβολῇ· ὣν ἐπὶ πολλὰς ἀρχὰς καὶ ἐξουσίας διαιρουμένων πῶς ἂν εἴη σοι ἐξεπίστασθαι) ἢ ὁ εἱρμὸς συνδεῖν δύναιτο ;
Οἰδίπους, ἢ τοῦτο βουληθεὶς καὶ πράξας γαμεῖν τὴν Ἰοκάστην οὐ προείλετο , ἢ γήμας μὴ ἐτετύφωτο μηδ’ ἦν δύσθυμος καὶ δυσάρεστος, πῶς ἂν τὰ καθ’ ἓκαστα ἐπράχθη ; πῶς δ’ ἂν τῶν ὀφθαλμῶν ἥψατο ; πῶς δ’ ἂν τοῖς παισὶν ἐπηράσατο τὴν Εὐριπίδου καὶ τὴν
259 σὴν ἀράν;
ἀπελαθεὶς ἔγνω μὴ εἰς Ἂργος, ἀλλ’ εἰς Λιβύην ἢ εἰς Περραιβοὺς ἀπελθεῖν, ἢ εἰσελθὼν ἐπὶ τὸ Ἀργὸς ἔγνω ταριχοπωλεῖν , καὶ μὴ πλουσίαν λαβεῖν γυναῖκα, b
δ’ οὐκ ἐπεθύμησε τῆς οἴκαδε ὁδοῦ , ἢ εἰ ἐπιθυμήσας ἐκράτησεν ἑαυτοῦ ἢ εἰ μὴ προσέσχεν αὐτῷ δεομένῳ συμμαχίας ὁ Ἄδραστος, ἢ εἰ τῷ Ἀδράστῳ μήτε ὁ Ἀμφιάραος μήτε ὁ Τυδεὺς μηδὲ τῶν ἄλλων ταξιάρχων ἕκαστος ἠκολούθουν, ἢ εἰ οἱ μὲν συνηκολούθουν,
ὁ δὲ ἐλθὼν οὐκ ἐμάχετο τῷ ἀδελφῷ, ἀλλ’ ἢ συμβὰς ἐβασίλευσεν ἅμα αὐτῷ ἢ μὴ βουλομένῳ ἀνεχώρησε, πεισθεὶς Εὐριπίδῃ λέγοντι
ἀκούσας σοφιστευμάτων ἐκείνων τῶν ἄλλων
γέγονεν· ἀλλὰ σὺ ποίᾳ ὁδῷ εἰσῆλθες εἰς τὴν τούτων εἴδησιν; ἢ οὐχ ὁρᾷς ὡς πυκνὰ διακέκοφε τὸ ὅλον δρᾶμα ἡ ἐν ἡμῖν τοῖς τὸ δρᾶμα συμπληροῦσι δύνα- μις ; οὕτω δὲ καὶ ἣν βούλει ὑπόθεσιν λαβὼν διατεμῶ τὸν εἱρμὸν ὑμῶν, ἀποφανῶ τε ἀδύνατον ὄντα. d
ἀρχαὶ ἀεὶ τὰ μέχρις αὐτῶν διακόψασαι αὐτὰ ἄλλα προάγουσι πράγματα· τὰ δ’ ἐπὶ τοσοῦτον προχωρεῖν δύναται, ἐφ’ ὅσον ἂν μὴ ἄλλη ποθὲν ἐπιστᾶσα ἀρχὴ τὰ μετ’ αὐτὴν μὴ τοῖς ἔμπροσθεν ἀκολουθεῖν , ἀλλ’ ἑαυτῇ κελεύσῃ.
κύων καὶ ψύλλα. οὐ γὰρ παραιρήσει οὐδὲ τῆς ψύλλης, λης, μὰ τὸν Ἀπόλλω, τὴν ἐξουσίαν· ἀλλ’ ὁρμήσει τινὰ ἰδίαν ὁρμὴν ἡ ψύλλα, ἣ καὶ τοῖς ἀνθρωπίνοις πράγμασιν ἐνίοτε συμπλακεῖσα ἀρχὴν ἑαυτὴν παρέξεταί τινος 153 ὁδοῦ. σὺ δὲ χρώμενος οὐκ αἴσθῃ τῷ γένει τούτῳ.
οὐκ, εἴπερ ἄρα, ἑαυτὸν, ὅτι τοιαύτην κατέδειξεν εἶναι τὴν ἀνάγκην; τί δὲ καὶ ἀπειλεῖ ἡμῖν; ἢ τί ἡμεῖς, ὡς ὄντες τούτου κύριοι, λιμώττομεν; ἀλλὰ καὶ ἤτοι c ἀνοιγισθήσεται πρὸς ἡμῶν, ἢ οὔ· ὁπότερον δ᾿ ἂν ᾖ, τοῦτο πέπρωται.
θυμοῦ· ἔσται γὰρ ὃ πέπρωται, καὶ τοῦτο προστέτακται ποιεῖν ὁ σὸς εἱρμός· ἡμεῖς δὲ πρὸς τοῦτον οὐδέν ἐσμεν. παῦσαι δὲ καὶ σὺ, ὦ Ἄπολλον, μάταια χρησμῳδῶν· ἔσται γὰρ ὃ δεῖ, ἔσται, κἂν σὺ σιωπᾷς. ἡμεῖς δὲ, ὦ Ζεῦ καὶ Ἄπολλον, τί πάθωμεν, οὐδὲν
ὄντες αἴτιοι τῆς ὑμετέρας νομοθετήσεως, τουτέστιν ἀναγκοθετήσεως; τί δ᾿ ἡμῖν καὶ ταῖς ὑμετέραις d ἄταις, ἃς αὐτοὶ ἔχειν δίκαιοί ἐστε ὑπὲρ ὧν ἡμεῖς ἠναγκάσθημεν;
ἀλλ᾿ οὐ σπεύδομεν, ὦ Ἄπολλον, ἀλλ᾿ ἐλαυνόμεθα, οὐδὲ ἀτασθαλίαις, ἀλλὰ τῇ ὑμετέρᾳ ἀνάγκῃ.
νῦν ποιεῖτε, ὡς εἴ τις τοὺς μὲν καλοὺς τὰ σώματα ἐπαινοίη καὶ γεραίροι, τοὺς δὲ αἰσχροὺς ψέγοι καὶ κολάζοι.
πονηρούς· οἵ τε ἀγαθοὶ, εἰ ἐξηγκωνισμένοι περιπα- τοῖεν, οὐκ ἐπιτρέψει τις αὐτοῖς , ἀλλὰ φήσει, ὢ Χρύσιππέ 261 τε καὶ Κλέανθες καὶ ὅσοι τούτου τοῦ χοροῦ, ὑμεῖς γὰρ πεποίησθε εἶναι ἀγαθοὶ,) ἐγὼ μὲν ἀρετὴν ἐπαΙνῶ , ὑμὰς δὲ τοὺς ἐναρέτους οὐκ ἐπαινῶ.
ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλὰ, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλη- μάτων. τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;
λέγειν ὅτι ὑποτέτακται · ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκῦτος δέ τι τῶν εὐτόνων λαβόν- τες, ὡς ἐπ’ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ.’
ἀπετείνατο. σὺ δ’ ἀλλ’ εἰ μὴ τῷ τοιῷδε χαίρεις, λα- βῶν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης c οὐ μόνον τῶν προπαρατεθέντων χρησμῶν ἀνατρεπτικὰ, ἀλλὰ καὶ τῶν ἄλλων καθόλου περὶ τοῦ δόγματος ἐπινοουμένων.
ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ καὶ φι- λοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγκαίως τὰς αὐ- τῶν τῶν φιλοσόφων πρὸς σφὰς αὐτοὺς ἀντιρρήσεις ἐκθέσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν.
πρῶτα δὴ οὑν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενιανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ d ἀντειρημένα
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.