πῶς δὲ ἀγαθὸς δαίμων ταῖς ψευδολογίαις ἀπατήσειέ b ποτε τοὺς χρωμένους ; πῶς δ’ ἂν εἴη κρεῖττον ἀνθρώπου 142 τὸ τῇ τῶν ἄστρων φορᾷ πεπεδημένον;
οὐδ’ εἱμαρμένης ἀνάγκην οὐδ’ ἄστρων φορὰν αἰτιάσαιτο ψευσάμενος· ἀλλ’ εἰ καὶ τῷ σώματι πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτο ἐλευθε- ροστομῶν ἀντιφθέγξεται, c
καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τῆς αὐτοπροαιρέτου κινήσεως ἀνελὼν, λὼν, ἀνάγκῃ δὲ καὶ τοῦτο καταδουλώσας , θέα εἰς οἷον κακῶν δογμάτων ὄλεθρον τοὺς αὐτῷ πειθομέ- νους καταβέβληκεν.
ἔπαινος ἀρετῆς, οὐδέ τις θεοφιλία, οὐδὲ τῶν ἐν ἀσκήσει πόνων καρπὸς ἐπάξιος, ἀνάγκης καὶ εἱμαρμένης τὴν αἰτίαν πάντων ἀναδεδεγμένης.
243 ἀλλ᾿ οὐδὲ τοὺς σπουδαίους θαυμάζειν· ταύτῃ δὲ, ὡς ἔφην, οἰχήσεται καὶ τὸ μέγα τῆς φιλοσοφίας κλέος, οὐκ αὐτοπροαιρέτου μελέτης καὶ ἀσκήσεως, ἀλλ᾿ ἐκ τῆς τῶν ἄστρων ἀνάγκης ἀπῃωρημένον.
θεοὶ καταβεβλήκασι, καὶ σκέψαι ὡς εἰς ἀσωτίαν καὶ ἀδικίαν καὶ ἄλλα μυρία κακὰ παρορμᾷ καὶ προτρέπει τουτὶ τὸ δόγμα, ἀνατροπὴν τοῦ παντὸς βίου ἀθρόως κατεργαζόμενον.
τε τὸ ἀληθεύειν καὶ τὸ ψεύδεσθαι οὐχ ἡμέτερον ἔργον ἦν, ἀλλὰ τῆς ἀπαραιτήτου εἱμαρμένης, καὶ τὸ θέλειν ἐπὶ στρατείαν ἢ ἐπ᾿ ἄλλο τι τῶν πρακτέων ὁρμᾶν, καὶ τὸ μὴ θέλειν τὰ τοιάδε, πῶς οὐκ ἂν ἐθελήσειεν ἀμελεῖν καὶ καταρρᾳθυμεῖν ἐν ἅπασι τοῖς
μὴ ἄνευ καμάτων καὶ πόνων καὶ τῆς ἡμῶν αὐτῶν προθυμίας κατορθοῦσθαι δυναμένοις;
ἑαυτὸν καὶ ἀμελῶν, ὡς ἐξ εἱμαρμένης καὶ ἀνάγκης γενησομένου τοῦ πραχθησομένου;
δὲ ὑπὸ τῆς ἔξωθεν ἀνάγκης , δῆλον ὅτι καὶ ὁ ἐπὶ λῃστείαν καὶ τυμβωρυχίας καὶ ἐπὶ τὰς ἄλλας ἤτοι ἀνοσιουργίας καὶ ἀκολασίας ἢ κοσμίους καὶ σώφρονας ἐπιτηδεύσεις ’ τοῦτο γὰρ ἂν εἴη ἀκόλουθον τῷ d περὶ εἱμαρμένης λόγῳ.
αὑτοῦ ἡγούμενος ἐγχειρεῖν, ἀλλ’ ὑπὸ τῆς ἐξωθεν 143 ἀνάγκης προσέξοι ἄν ποτε τῷ νουθετοῦντι καὶ διδάσκοντι σκοντι μὴ ἑαυτὸν ἐπιδιδόναι ἔκδοτον τοῖς προειρημένοις ;
ταῦτα γὰρ οὐ δήπου ἐστὶν ἐπ’ ἐμοὶ, τὸ μεταβάλλειν βάλλειν τὴν προαίρεσιν· ἡ γὰρ εἱμαρμένη προκατεί ληφε.
τῆς σῆς διδασκαλίας ὑπὸ τῆς εἱμαρμένης ἀγόμενος. τί οὖν μάτην σεαυτῷ ἐνοχλεῖς;
ἀνωφελὴς ἡ παραίνεσις. εἰ γὰρ εἵμαρταί μοι , φιλο- πονήσω ’ εἰ δὲ μὴ εἵμαρται , ματαίαν ποιεῖσθαι τὴν σπουδὴν ἀμφοτέρους συμβήσεται.
ἐνοχλήσω ἐμαυτῷ· γενήσεται γὰρ τὸ εἱμαρτὸν ἐξ ἀνάγκης· κης· ὁ δὲ περί τι σπουδάζων, ἢ διδάσκων ἢ προτρέιτςε τρέπων ἑαυτὸν ἢ ἄλλον καὶ τὸ πείθεσθαι καὶ τὸ μὴ πείθεσθαι , καὶ τὸ ἁμαρτάνειν καὶ μὴ, τό τε ἐπιτιμᾶν. ἁμαρτάνουσι , καὶ τὸ ἐπαινεῖν τοὺδθοῦντααα θοῦντας, πῶς οὐκ ἐναργῶς ἐλέγχεται τὸ μὲν ἔργον καταλιπὼν τοῦ παρ’ ἡμῖν καὶ τοὐ αὐτεξουσίου, τὸ δὲ τῆς εἱμαρμένης ὄνομα αὐτῷ συνάπτων μόνον;
c
οἰκέτας ἁμαρτήσαντας , καὶ ἐν τῷ τόδε τι βούλεσθαι καὶ μὴ βούλεσθαι, ἀλλ’ αὐτοτελῶς ἐκ τῆς ἰδίας ἐξουσίας σίας εἰς τὰς τοιαύτας κινήσεις ἀφικνουμένων, ἁμαρτάνοι ἂν ὁ ταῦτα λέγων γίνεσθαι καθ’ εἱμαρμένην, πρὸς τὸ παραλύειν τάς τε ἡμῶν αὐτῶν προθυμίας
καὶ τὰς εἰς ἄλλους γινομένας παρακλήσεις καὶ νουθετήσεις, d ἐξ ὧν ὁρῶμεν μάλιστα κατορθούμενα τὰ τῶν ἀνθρώπων πράγματα.
ἢ ἀπαγορεύειν τοῖς ὑφ’ ἑτέρας ἀνάγκης κατεσχημένοις ; ἀλλ’ οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας, οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν ἀδικίας καὶ
εἰς εὐποιίας ἑτοιμότητα.
ἀψύχων λέγειν κινεῖσθαι ἡμὰς, τῇδε καὶ τῇδε ὑπό τινος ἔξωθεν δυνάμεως νευροσπαστουμένους , εἰς τὸ ἐπάναγκες ἐθελῆσαι τάδε πρᾶξαι, καὶ ἑλέσθαι παρὰ προαίρεσιν ἕτερα, πῶς οὐκ ἂν εἴη ἀναιδὲς καὶ ἀναισχυντότατον, ἐπείπερ ἐναργῶς αἰσθανόμεθα ἑαυτῶν ἡμετέρᾳ ὁρμῇ καὶ κινήσει τάδε τινὰ προθυμουμένων,
καὶ ἀμελούντων, πάλιν ἑαυτῶν ἀντιλαμβανόμεθα, καὶ παρὰ ταύτην τὴν αἰτίαν κατορθούντων ἢ μὴ κατορθούντων, καὶ ἐξ οὐδενὸς ἑτέρου βιαζομένων, ἀλλὰ b τὰ μὲν ἑκουσίῳ γνώμῃ αἱρουμένων, τὰ δὲ φευγόντων καὶ παραιτουμένων ἐκ τῆς ἡμῶν αὐτῶν προαιρέσεως ;
καὶ τάδε τινὰ αἱρουμένων, τινὰ δὲ ἀποστρεφομένων, ὥστε ἐξ ἅπαντος τὸ ἐλεύθερον καὶ τὸ αὐτεξούσιον c τῆς ἐν ἡμῖν λογικῆς καὶ νοερὰς φύσεως ἐνδίκως ὁμολογεῖσθαι.
διαιρετέον ἐνταῦθα τὴν τῶν ἐν οἷς ἐσμὲν φύσιν, καὶ τὸν λόγον, καθ’ ὃν τὰ οὐκ ἐφ’ ἡμῖν γίνεται, ἐπιθεωρητέον. οὕτω γὰρ καὶ τούτων τὸ αἴτιον οὔτις ἄλογος ἀναδέξεται εἱμαρμένη, λόγος δὲ πάλιν ἄλλος τῆς τῶν ὅλων προνοίας ἀπηρτημένος. φέρ’ οὖν ἐπιμενλῶς
τὸ πρόβλημα ἐπισκεψώμεθα.
ὁρμῇ καὶ φαντασίᾳ, τὰ δὲ λογισμῷ καὶ οἰκείᾳ κρίσει τε καὶ προαιρέσει κινούμενα , καὶ ἄλλα μὲν κατὰ προηγούμενον λόγον γιγνόμενα, ἕτερα δὲ κατ’ ἐπι- συμβεβηκότα τοῖς προηγουμένως γεγονόσι, ποικίλην καὶ πολύτροπον τὴν τοῦ παντὸς συνεστήσατο διακόσμησιν, ἑκάστῳ γένει τῶν ὄντων ἰδίαν καὶ ἀφωρισμένην τινὰ φύσεως κατασκευὴν τοῦ τῶν ὅλων αἰτίου διανείμαντος.
τῶν ἄλλων διεξέλθοι λόγον, τὸν δὲ περὶ τοῦ αὐτεξουσίου 246 ῥᾷον ἂν καταμάθοι ὡδε
τῇ ψυχῇ δεδεμένου , τῆς δὲ νοερᾶς οὐσίας κατὰ τὸν προηγούμενον ὑποστάσης λόγον, καὶ τοῦ μὲν ἀλόγου, τῆς δὲ λογικῆς τυγχανούσης, καὶ τοῦ μὲν φθαρτοῦ, τῆς δὲ ἀφθάρτου, καὶ θατέρου θνητοῦ, θατέρας δὲ ἀθανάτου, ὥσθ’ ἡμᾶς θηρσὶ μὲν ἀλόγοις ἀδελφὸν
φέρειν τὸ σῶμα, ψυχὴν δὲ τῇ λογικῇ καὶ ἀθανάτῳ b φύσει συγγενῆ ’ ταύτῃ τοι εἰκὸς τὸ διφυὲς τουτὶ βλάστημα, διττῆς ἅτε φύσεως κεκοινωνηκὸς , διττῷ καὶ διαφόρῳ τὸ ζῆν ἀπευθύνειν τρόπῳ, τοτὲ μὲν φύσει σώματος δουλεῦον, τοτὲ δὲ τῇ θειοτέρᾳ μοίρᾳ τὴν
οἰκείαν ἀσπαζόμενον ἐλευθερίαν· ὡς καὶ δοῦλον εἶναι τὸν αὐτὸν καὶ ἐλεύθερον, τοιαύτην τινὰ παρὰ τοῦ θεοῦ, δι’ οὓς οἶδε λόγους αὐτὸς, κεκληρωμένον ψυχῆς καὶ σώματος ἐπιμιξίαν.
c ὀνόματι χρώμενος, ὑπ’ αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. εἰ γὰρ εἱμαρμένης ἀνάγκη τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχὴ κατὰ φύσιν προσόντων παραποδίζεται, μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρεπόμενα, επόμενα, πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις;
οὐκ ἂν ὀρθῶς τις ὀνομάζοι ταὐτὸν εἶναι λέγων εἱμαρμένην καὶ φύσιν.
ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ’ οὔτε τῆς ψυχῆς τὸ ἐφ’ ἡμῖν οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν , οὐδὲ μὴν τῶν ἔξωθεν τὸ κατὰ συμβεβηκὸς, ἐνδίκως ἄν τις ἀποστεροίη τὸν αἴτιον.
καὶ τῶν ἐφ’ ἡμῖν, καὶ τῶν κατὰ φύσιν, καὶ τῶνκατὰ 247 κατὰ συμβεβηκὸς δημιουργὸς ὢν ἀποπέφανται. καθόλου γὰρ περὶ πάντων ἀκουστέον τῆς θείας γραφῆς, 145 τὸ “ αὐτὸς εἶπεν , καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν” ἀποφηναμένης.
δὴ οὖν βουλομένοις ποτέ τινα ἕτερα παρὰ τὴν ἡμετέραν γνώμην συμβαίνει, ὑπομνηστέον αὐτοὺς ὡς ἄρα τοῦτ’ ἦν ἐκεῖνο τὸ διττὸν καὶ ἑτερογενὲς τῆς ἐν ἡμῖν συμπλοκῆς, λέγω δὴ ψυχῆς καὶ σώματος, παρ’ ὃ καὶ ψυχῆς οὐσία, τὴν φύσιν οὖσα νοερὰ καὶ
λογικὴ , ἐν νηπιάζοντι κατὰ φύσιν σώματι παρὰ φὐσιν b αὐτὴ χώραν ἀλόγου μετείληφε· καὶ νοῦς ὁ φρονήσεως οἰκεῖος ἀφραίνει πολλάκις κατά τι συμβεβηκὸς, παρατραπεὶς ἐν ὑπερβαλλούσαις φέρε σώματος ἀρρωστίαις.
κατὰ φύσιν τῶν κατὰ τὴν ἀκμὴν κατορθωμάτων τὴν διάνοιαν ἀπεστέρησε, τῆς νοερᾶς ψυχῆς τὸ λογικὸν παρὰ φύσιν ἀμβλῦναν.
τοτὲ μὲν τὴν τοῦ σώματος φύσιν, τοτὲ δὲ τὰ ἐκτὸς ἐπισυμβαίνοντα.
ἐπὶ τὰς κατὰ φύσιν θεραπείας τε καὶ πληρώσεις παρακαλεῖ, ἡ δὲ προαίρεσις λόγοις σώφροσιν ἀνα- πεισθεῖσα, καί τινας ἀσκητικὰς προτροπὰς αύθεκουσίως ἀγαπήσασα, πολυημέροις ἀσιτίαις καὶ καρτε- ρίαις παρακρούεται τὴν τοῦ σώματος φύσιν , ἀρετῇ
λογισμοῦ κρίνασα τοῦτο καὶ ἑλομένη.
τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρσε- νες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.
τᾶι, ὡς καὶ πρὸ ὥρας ἔσθ’ ὅπη χερσὶν ἐπισπᾶσθαι τὴν ἀπαλλαγὴν τοῦ σώματος , ὅτε τὸ ζῆν αὐτῷ μὴ λυσιτελὲς κριθείη.
ὡς μετὰ θηρίων καὶ ἑρπετῶν ἰοβόλων, ἐν μέσῳ τε πυρὸς καὶ ὕδατος ἀέρος τε τοῦ περιέχοντος καὶ τῶν ἐν τούτοις ἅπασι παρηλλαγμένων καὶ διαφόρων φύσεων τὰς διατριβὰς πεποιῆσθαι, εἰκότως αὐτῷ ἡ διαμάχη καὶ ἡ ἔνστασις οὐ πρὸς τὴν οἰκείαν
ἐστὶ καὶ συνημμένην αὐτῷ μόνον φύσιν τοῦ σώματος, ἀλλὰ καὶ πρὸς μυρία τὰ ἐκτὸς συμβεβηκότα , ὧν ἐν c μέσῳ ζῇ ὁ τὸν θνητὸν βίον διεξάγων, ὥστε καὶ πρὸς ταῦτα καρτερῶς ἀντέχειν.
περιέχοντος , κρυμῶν τε ἐπιφοραὶ καὶ φλογμῶν ἐκκαύσεις, πλεῖστά τε ἄλλα κατά τινας οἰκείους λόγους φυσικῶς μὲν κινούμενα, συμβατικῶς δὲ ἡμῖν προσπίπτοντα τάραχον οὐ τὸν τυχόντα τῷ καθ’ ἡμᾶς αὐτεξουσίῳ διὰ τὴν πρὸς τὸ σῶμα συμπλοκὴν παρέσχηκε, 146
τῆς τῶν ἡμετέρων σωμάτων φύσεως τὰς τῶν d ἔξωθεν ἐπιφορὰς οὐχ ὑπομενούσης , κρατουμένης δὲ καὶ νικωμένης ὑπὸ τῶν ἐκτὸς κατὰ φύσιν οἰκείαν ἐπιτελουμένων.
τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ’ ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται , ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτῃ πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ
περὶ τὴν ψυχὴν χρωμένου.
γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί, ” ὥσπερ οὖν καὶ σώζουσι βελτιοῦσαι τῶν ἀγαθῶν αἱ συνουσίαι.
θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα, καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη, φιλοσοφεῖν παρεσκεύασται. ὅτε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα
διατίθεται, ὥσπερ οὑν καὶ βελτιοῦται τῆς ἔξωθεν τυγχάνουσα ἐπιμελείας.
ἔχουσαι τῷ παντὶ, πλείστην ὅσην τοῖς κατὰ μέρος καὶ δὴ καὶ τοῖς ἐφ’ ἡμῖν παντοίας κινήσεως περιουσίαν ἀπειργάσαντο;
ἐπιοῦσι, τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια , ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως d τὸ πᾶν διακυβερνῶσα, πολλά τε καὶ τῶν κατὰ φύσιν
ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα , συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ’ ἡμῖν, καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα.
τά τε κατὰ συμβεβηκὸς, πάντων δὲ ἐφ’ ἔνα λόγον τὸν ἐκ θεοῦ βουλῆς ἀνακεφαλαιουμένων , οὐδαμοῦ μὲν ὁ περὶ εἱμαρμένης χώραν ἔξει λόγος.
ἔχουσα τῶν κατὰ φύσιν , οὔτ’ ἐν σώμασιν οὔτ’ ἐν οὐσίαις, πολλοῦ δεῖ ἐν τοῖς κατὰ συμβεβηκὸς ἔξωθεν ἐπιγινομένοις· εὑρεθείη δ’ ἂν ἐν μόνῃ τῇ τῆς ψυχῆς αὐτοπροαιρέτῳ κινήσει, καὶ ἐν ταύτῃ οὐχ ὅτε κατὰ 250 φύσιν ὁδεύουσα τὴν εὐθεῖαν βαδίζει, ἀλλ’ ὅτε τῆς
βασιλικῆς ἐκστᾶσα οἰκείᾳ γνώμῃ τὴν παρὰ φύσιν τρέπεται, αὐτὴ ἑαυτῆς καθεστῶσα κυρία
συνεζευγμένος κατὰ φύσιν, λαμπτῆρος καὶ φωστῆρος δίκην, ἐπιφωνεῖ ἔνδοθεν ὑπηχῶν αὐτῇ καὶ λέγων, Ὁσῷ βασιλικῇ πορεύσῃ, οὐκ ἐκκλινεῖς δεξιὰ οὐδὲ 147 ἀριστερά· βασιλικὴν τὴν κατὰ τὸν ὀρθὸν λόγον πορείαν b εἶναι διδάσκων.
φυσικὸν νόμον βοηθὸν αὐτῇ καὶ σύμμαχον ἐπὶ τῶν πρακτέων ὁ τῶν ὅλων δημιουργὸς ὑπεστήσατο , διὰ μὲν τοῦ νόμου τὴν εὐθεῖαν αὐτῇ παραδείξας ὁδὸν, διὰ δὲ τῆς αὐτῇ δεδωρημένης αὐτεξουσίου ἐλευθε- ρίας τὴν τῶν κρειττόνων ἳρεσιν ἐπαίνου καὶ ἀποδοχῆς
ἀξίαν ἀποφήνας γερῶν τε καὶ μειζόνων ἐπάθλων τῶν ἐπὶ τοῖς κατορθουμένοις , ὅτι μὴ βε- βιασμένως, γνώμῃ δὲ αὐτεξουσίῳ κατώρθου , παρὸν c καὶ τὴν ἐναντίαν ἑλέσθαι· ὡς ἔμπαλιν τὴν τὰ χείριστα ἑλομένην ψόγου καὶ τιμωρίας εἶναι ἀξίαν, ἅτε οἰκείᾳ κινήσει τοῦ μὲν κατὰ φύσιν νόμου παραμελήσασαν, κακίας δὲ ἀρχὴν καὶ πηγὴν ἀπογεννήσασαν, φαύλως τε ἑαυτῇ κεχρημένην οὐκ ἔκ τινος ἔξωθεν
ἀνάγκης, ἀλλ’ ἐξ ἐλευθέρας γνώμης καὶ κρίσεως.
πάσῃ λογικῇ κατὰ φύσιν πάρεστι τὸ αὐτεξούσιον ἀγαθὸν, καὶ τοῦτο ἐπ’ ἀγαθῶν αἱρέσει γεγενημένον.
γὰρ παρήν δύναμις τῆς τἀγαθοῦ αἱρέσεως, ὅτε μὴ τοῦτο εἴλετο, ἑκὼν δὲ τὸ κρεῖττον ἀπεστράφη τοὐ χείρονος μεταποιηθεὶς , τίς ἂν τούτῳ τόπος ἀποφυγῆς λείποιτο τῆς οἰκείας αἰτίῳ καταστάντι νόσου, τοῦ τε συμφύτου νόμου σωτῆρος οἶα καὶ ἰατροῦ παραμελήσαντι ;
καὶ δυσσεβῆ λογισμὸν εἰσφέροι ἄν;
ἀνακυκλουμένην· εἴτε θεοῦ πρόνοιαν ἄγειν καὶ φέρειν ἐπιστατεῖν τε πᾶσι καὶ πανσόφῳ λόγῳ διοικεῖν ὁμολογήσει, οὐδ’ οὕτω τοῦ δυσσεβοῦς ἐκπέφευγε τὴν ἀτοπίαν, ἐπειδὴ τῶν ἐν ἀνθρώποις ἁμαρτανομένων τοὺς μὲν πλημμελοῦντας ἀπολύει, ὡς μηδὲν τῶν ἀτόπων b ἐξ οἰκείας γνώμης διαπεπραγμένους , ἀνάγει δὲ
τὴν αἰτίαν τῶν κακῶν ἐπὶ τὴν καθόλου πρόνοιαν, ἀνάγκην αὐτὴν καὶ εἱμαρμένην ἀποκαλῶν, καὶ πάσης τῆς ἐν ἀνθρώποις αἰσχρουργίας καὶ ἀρρητοποιίας ὠμότητός τε καὶ μιαιφονίας αἰτίαν εἶναι λέγων.
θεὸν, αὐτὸν δὴ τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς, εἰσάγων ἐπάναγκες ἐκβιαζόμενον τόνδε μὲν οὐκ ἐθέλοντα ἀσεβεῖν τοῦτο πράττειν, καὶ ἄθεον εἶναι κατ’ ἀνάγκην, καὶ εἰς ἑαυτὸν βλάσφημον, τόνδε c δὲ, ὃν αὐτὸς τὴν φύσιν ἄρρενα συνεστήσατο, πάσχειν
παρὰ φύσιν τὰ θηλειῶν οὐ κατὰ προαίρεσιν, κατηναγκασμένον δὲ πρὸς αὐτοῦ, καὶ ἄλλον ἀνδροφόνον γίνεσθαι μὴ παρὰ τὴν οἰκείαν γνώμην, ὑπ’ ἀνάγκης δὲ ἐλαυνόμενον τοῦ θεοῦ, ὡς μηδ’ εὐλόγως ἐπιμέμφεσθαι τοῖς πλημμελοῦσιν, ἀλλ’ ἤτοι μηδὲ ἁμαρτήματα
ταῦτ’ εἶναι ἡγεῖσθαι, ἢ τῶν κακῶν ἁπάντων ποιητὴν εἶναι τὸν θεὸν ἀποφαίνεσθαι;
ποιητικὴν καὶ ἀναγκαστικὴν ὑπεστήσατο , ὁ τὸ τοιόνδε συστήσας ὄργανον , καὶ τὴν τῶν θηρωμένων παγίδα μηχανησάμενος , εἴη ἂν αὐτὸς ὁ καὶ τῶν ἁλισκομένων αἴτιος.
μεμηχανημένης ἀνάγκης τοὺς οὐκ ἐθέλοντας τοῖσδε τοῖς κακοῖς περιβάλλει , αὐτὸς ἂν εἴη, καὶ οὐκ ἄλλος, ὁ πάντων κακῶν ποιητικὸς, καὶ οὐκέτ’ ἂν ἐν δίκῃ 252 ἡμαρτηκὼς ὁ ἄνθρωπος λέγοιτο, ἀλλ’ ὁ τούτου ποιητὴς θεός.
λόγον. ἢ γὰρ ταὐτὸν ἂν εἴη ὁ θεὸς καὶ εἱμαρμένη, ἢ θάτερον διεστὼς ἑτέρου. ταὐτὸν μὲν οὖν οὐκ ἂν γένοιτο.
b καθήκοντα, πῶς οὐ πρότερα ἂν εἴη τῆς εἱμαρμένης τὰ σωματικὰ στοιχεῖα , ἐξ ὧν καὶ τὰ οὐράνια συνέστηκεν, ὣν τὴν εἱμαρμένην συμβεβηκός τι σύμπτωμα λέγοι ἄν τις εἰκότως;
θεῷ, εἰ δὴ τὰ στοιχεῖα ἄψυχα καὶ ἄλογα κατὰ τὴν οἰκείαν ἐπιθεωρεῖται φύσιν, ὁ δὲ θεὸς ἔξω σωμάτων αὐτοζωὴ καὶ σοφία τυγχάνει ὢν, τῆς ἐξ αὐτοῦ δημιουργίας τοῖς τε κατὰ μέρος στοιχείοις καὶ τῇ τῶν ὅλων διακοσμήσει τὴν ἀπόλαυσιν δωρούμενος; οὐ
c ταὐτὸν ἄρα θεὸς καὶ εἱμαρμένη.
ὢν ἐπισχεῖν τὴν κακοποιὸν ἀνάγκην οὐκ ἐπέσχεν, ἀνῆκε δ’ ἄφετον ἐπὶ λύμῃ καὶ διαφθορᾷ τῶν ἁπάντων, μᾶλλον δὲ αὐτὸς τοῦτο εἰργάσατο, εἰ δὴ πάντων καὶ αὐτῆς εἱμαρμένης ποιητὴς καὶ δημιουργὸς εἰσάγοιτο.
d διατάξεως, ἀθέων αὖθις ἀνακύψειεν ἂν φωνὴ, πρὸς ἣν τὰς ἀκοὰς ἀποκλειστέον, τῆς ἐνθέου προνοίας καὶ δυνάμεως ἐναργῶς ἀποφαινούσης ἑαυτὴν ἔκ τε τῶν καθόλου πανσόφων καὶ τεχνικῶν ἀποτελεσμάτων ἔκ τε τῶν καθ’ ἡμᾶς ἀναμφιλόγως τὴν ἐλευθέραν καὶ αὐτεξούσιον τῆς λογικῆς ψχῆς χῆς δύναμιν παραδεικνυμένων.
τῶν καλῶν τὴν αἵρεσιν ἐπιδεικνύμενον.
τοὺς προαιρέσει αὐθεκουσίῳ τοὺς πόνους τῶν ὑπὲρ εὐσεβείας ἄθλων ἀναδεδεγμένους, οὓς καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης μυρία πλήθη Ἑλλήνων τε καὶ βαρβάρων ἐνεδείξατο, πάσας μὲν προθύμως τὰς κατὰ τοῦ σώματος ὑπομείναντα αἰκίας, πᾶν δὲ βασάνων b
εἶδος φαιδρῷ τῷ προσώπῳ διελθόντα, καὶ τέλος πολυτρόποις σχήμασι τὴν ἀπὸ τοῦ σώματος λύσιν τῆς ψυχῆς ἀσπαστῶς καταδεξάμενα.
ἤνεγκεν ἡ τῶν ἄστρων φορά ; ἢ πότε ὁ τῶν ἀνθρώπων βίος πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς πάντας ἀνθρώπους καταβληθείσης διδασκαλίας τοιόνδε προβέβληται καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀγῶνα;
μὲν πλάνης ἀναιρετικὸν, ἑνὸς δὲ τοῦ ἐπὶ πάντων θεοῦ γνώσεως διδακτικὸν, ἅπασιν άνθρώποις, Ἕλλησι τε καἲ βαρβάροις, ὁ πᾶς αἰὼν ἤνεγκε;
d καθωσιωμένοις κτήσασθαι;
αὐτῆς τυχεῖν γενέσεως τε καὶ εἱμαρμένης
διὰ τῆς τοῦ νέου θεοῦ διδασκαλίας;
254 σωτῆρος ἡμῶν εὐσεβοῦς ἕνεκα διδασκαλίας παντοίους ἄθλους ἔκπαλαι ἠγωνισμένοι, καὶ εἰσέτι δεῦρο διαθλοῦντες ;
ψυχῆς ἀρετὴν μίαν , ἔνα τε καὶ τὸν αὐτὸν ἀναδέξασθαι βίον, καὶ λόγον ἀγαπήσαι τὸν αὐτὸν, τάς τε αὐτὰς ἀγαπητικῶς ὑπομεῖναι πάθας δι’ ἔνστασιν εὐσεβείας.
ἡλικίας, ἀρρένων τε καὶ θηλειῶν γένη, φύσεις τε βαρβάρων ἀνδρῶν, οἰκετῶν ὁμοῦ καὶ ἐλευθερίων, λογίων τε καὶ παιδείας ἀμετόχων, οὐκ ἐν γωνίᾳ γῆς οὐδ’ ὑπὸ τοῖσδε γενομένων τοῖς ἄστροις, καθ’ ὅλης δὲ τῆς ἀνθρώπων οἰκουμένης , εἱμαρμένης ἀνάγκῃ φάναι βεβιασμένους τόνδε τινὰ τῶν πατρῴων ἁπάντων
προτιμῆσαι λόγον, καὶ τὸν ὑπὲρ εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ θάνατον ἀσπάσασθαι, τά τε c περὶ ψυχῆς ἀθανασίας εὖ μάλα δόγματα παιδεύεσθαι, καὶ φιλοσοφίαν οὐ τὴν ἐν λόγοις, τὴν δὲ δι’ ἔργων προτιμῆσαι;
ὡς οὐδεμιᾶς ἀνάγκης , μαθήσεως δὲ καὶ διδασκαλίας οἰκεῖα τυγχάνει, αὐθεκουσίου γνώμης καὶ προαιρέ- σεως ἐλευθέρας ἐναργῆ τυγχάνοντα παραδείγματα.
εἰρημένους ἀρκεσθήσομαι , σοὶ δὲ τὸ σὸν ἀνάγνωσμα d τῶν σεπτῶν σου φιλοσόφων καταλείψω σκοπεῖν, ὡς ἂν μάθῃς ὅσον ἄρα τῶν χρησμῳδῶν σου θεῶν σοφώτερος ἦν καὶ βελτίων ὁ ἄνθρωπος ὁ τοὺς θαυμασίους χρησμοὺς ψευδεῖς ἀπελέγχων καὶ τὸν Πύθιον
αὐτὸν ἐφ’ οἷς ἔχρησε περὶ εἱμαρμένης ἐπιρραπίζων.
τάδε κατὰ λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.