ἀνάληψιν, ἀλλ᾿ εἰ μόνον τὰ τῆς περιέργου γοητείας μετέλθοιέν τε καὶ διαπράξοιντο.
d δαίμονας, τοὺς ὑπὸ θνητῶν ἀνθρώπων, καὶ ταῦτα γοήτων, οὐ κατὰ γνώμην οἰκείαν, βίᾳ δὲ καὶ ἀνάγκῃ συρομένους, καὶ μηδὲ τῆς τῶν δεσμῶν ἀπολύσεως τὴν ἐξουσίαν ἐφ᾿ ἑαυτοἲς ἔχοντας.
τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ θεῖον, πῶς ἂν εἷεν θεοὶ, μαγγανείαις ταῖς διὰ τοιῶνδε σχημάτων 117 καὶ γραμμῶν καὶ τύπων στεφάνοις τε καὶ τοῖς ἀπὸ γῆς ἄνθεσι καί τισιν ἄλλοις ἀσήμοις καὶ βαρβάροις ἤχοις τε καὶ φωναῖς κηλούμενοι, καὶ τοῖς τυχοῦσιν
ἀνθρώποις χειρούμενοι, καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι, ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ 197 προαιρετικὴν σώζειν ἐφ᾿ ἑαυτοῖς δύναμιν;
αὐτεξουσίους σφᾶς αὐτοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι;
οὐδ᾿ ὠφελοῦν τὸ πραττόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες;
καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ γνώμην πράττειν ἀναγκαζόμενοι, ἀγόμενοί τε καὶ καθελκόμενοι, οὐ δι᾿ ἀποδοχὴν σωφροσύνης ἀνθρώπων, οὐδὲ ἀρετῆς χάριν ἤ τινος μέρους φιλοσοφίας, μεθόδοις δὲ γοήτων ἀπειρημέναις, ἃς ὁ αὐτὸς αὖ- c
θις συγγραφεὺς ἐν τῇ πρὸς τὸν εἰρημένον Αἰγύπτιον ἐπιστολῇ, ὡς ἂν προφήτῃ τἀληθῆ καὶ ἀπόρρητα κοινούμενος, τέθειται, τοὺς λόγους, καθ᾿ οὓς ταῦτα συντελοῦσιν, ἀξιῶν παρ᾿ αὐτοῦ διδαχθῆναι; πυνθάνεται γοῦν ὧδέ πως ἀπορῶν καὶ λέγων
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.