ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσι.
δεἲν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ τὰ πολλὰ ζῴων αἱ θεαγωγίαι ἐκτελοῦνται.
καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει, καὶ τὴν βᾶριν b στήσει, καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερβολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι, ἃ μήτε οἶδε μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτω κενὸν
φόβον καὶ πλάσματα, ὡς κομιδῆ παῖδες ἀνόητοι;
c ἀναφανέντα λέγουσαι, καὶ ἐπὶ τῷ λωτῷ καθήμενον, καὶ ἐπὶ πλοίου ναυτιλλόμενον, καὶ καθ᾿ ὥραν τὰς μορφὰς ἀμείβοντα, καὶ κατὰ ζῴδιον μετασχηματιζόμενον; οὕτω γάρ φασιν αὐτοπτεῖσθαι, ἀγνοοῦντες ὅτι τὸ ἴδιον πάθος τῆς αὐτῶν φαντασίας ἐκείνῳ περιάπτουσιν.
ἄσημα βούλεται ὀνόματα καὶ τῶν ἀσήμων τὰ βάρ- d βαρα πρὸ τῶν ἑκάστῳ οἰκείων; εἰ γὰρ πρὸς τὸ σημαινόμενον ἀφορᾷ τὸ ἀκοῦον, αὐτάρκης ἡ αὐτὴ μένουσα ἔννοια δηλῶσαι, κἂν ὁποιονοῦν ὑπάρχῃ, τοὔνομα.
ἦν τῷ γένει· εἰ δὲ καὶ Αἰγύπτιος, ἀλλ᾿ οὔ τί γε Αἰγυπτίᾳ χρώμενος φωνῇ, οὐδ᾿ ἀνθρωπείᾳ ὅλως χρώ- μένος. ἢ γὰρ γοήτων ἦν ταῦτα πάντα τεχνάσματα καὶ προκαλύμματα διὰ τῶν ἐπιφημιζομένων τῷ θείῳ τῶν περὶ ἡμὰς γινομένων παθῶν, ἢ λελήθαμεν ἐναντίας ἐννοίας ἔχοντες περὶ τοῦ θείου ἢ αὐτὸ τῷ ὄντι
διάκειται.’’
μάταιοι αἱ θεῶν κλήσεις ἔσονται, προσκλήσεις αὐτῶν ἐπαγγελλόμεναι, καὶ μήνιδος ἐριλάσεις, καὶ ἐκθύσεις, καὶ ἔτι μᾶλλον αἱ λεγόμεναι ἀνάγκαι θεῶν. ἀκήλητον γὰρ καὶ ἀβίαστον καὶ ἀκατανάγκαστον τὸ ἀπαθές.’’
λέγουσι, περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδ’ ἐχέγγυον, οὐκ ἦσαν ἄρα οὔτε θεοὶ οὔτ’ ἀγαθοὶ δαίμονες, ἀλλ’ ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος.’’
διδάσκαλοί γε τῆς κακοτέχνου γοητείας αὐτοὶ δὴ πρῶτοι οἶ γενναῖοι θεοὶ κατέστησαν. πόθεν γὰρ ἀνθρώποις c ταῦτα παρῆν εἰδέναι ἢ τῶν δαιμόνων αὐτῶν τὰ περὶ ἑαυτῶν ἐξειπόντων καὶ τοὺς καταδέσμους τοὺς κατ’ ἀλλήλων ἐξηγορευκότων ;
δὲ ἡμέτερον εἶναι τὸν λόγον ἡγοῦ · οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτε ἐπίστασθαι οὔτε θέλειν εἰ- δέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ εἰς ἡμετέραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολο- γίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς , σοφὸς ὢν ἐν τοῖς γνωρίμοις, καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. ὁ δὴ οὑν αὐτὸς ἐν τῇ δηλωθείσῃ d τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς
λέξιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.