ἄ περὶ τῆς θεραπείας αὐτῶν ἔχρησαν ἀναγράφοιμεν ἂν, ὧν ἐκ μέρους κἀν τοῖς περὶ εὐσεβείας φθάσαντες παρατεθείκαμεν. ἔστι δὲ ὁ χρησμὸς τοῦ Ἀπόλλωνος ἅμα καὶ διαίρεσιν τῆς τῶν θεῶν περιέχων τάξεως, b
τοῖς μὲν γὰρ ἐπιχθονίοις σφάζειν ἐπὶ βωμῶν, τοῖς. δ’ ὑποχθονίοις ἐπὶ βόθρων παρακελεύεται , καὶ μέντοι d τοι καὶ θάπτειν τούτοις θύσαντας τὰ σώματα.
τὰ δὲ λοιπὰ μέρη ἐσθίειν· ἐκ μόνων γὰρ τούτων βρωτέον 88 τέον σοι, ἐκ δὲ τῶν ἄλλων μή. οὓς δὲ εἴρηκεν ἐν τῇ διαιρέσει οὐρανίους, τούτους οὑς ἐνταῦθα ἀστραίους.
χθονίοις καὶ χερσαῖα · τῷ γὰρ ὁμοίῳ χαίρει τὸ ὅμοιον. χθόνιον δὲ τὸ πρόβατον καὶ διὰ τοῦτο Δήμητρι φίλον, καὶ ἐν οὐρανῷ τὴν ἔκφανσιν ἐκ τῆς γῆς τῶν καρπῶν μεθ’ ἡλίου λοχεύει. μέλανα δέ· τοιαύτη γὰρ b ἡ γῆ φύσει σκοτεινή. τρία δέ· τοῦ γὰρ σωματικοῦ
καὶ γεώδους τὰ τρία σύμβολον.
τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεία πρόσφορα. τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα , ἅπερ ἐστὶν c ἄκρα, οἷς κοινωνεῖν τῆς θυσίας δεῖ. δοτῆρες γὰρ
οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.