θεῷ, ἀλλὰ μηδὲ ταῖς μετ’ αὐτὸν θείαις καὶ οὐρανίαις δυνάμεσιν.
148 καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν, καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. ταῦτα δὲ λέγων δῆλος ἂν εἴη τὸν ἑαυτοῦ θεὸν ἀπελέγχων · προστάττειν γὰρ ἀρτίως ἔφησε τὸν χρησμὸν μὴ μόνον τοῖς ὑποχθονίοις καὶ ἐπιχθονίοις θεοῖς, ἀλλὰ καὶ τοῖς ἀερίοις οὐρανίοις τε
καὶ αἰθερίοις ζῳοθυτεῖν.
ἀλλὰ καὶ πάντας τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι νενομισμένους θεοὺς, οἶς τὰς διὰ ζῴων θυσίας πανδημὶ πάντες ἄρχοντές τε καὶ ἀρχόμενοι κατά τε πόλεις καὶ χώρας ἐκτελοῦσι · τούτους γὰρ οὐκ ἄλλο τι τυγχάνειν ἡγεῖσθαι χρὴ κατὰ τοὺς εἰρημένους ἢ δαίμονας.
δὲ ἀγαθοὺς εἶναί φασιν αὐτοὺς, καὶ πῶς, εἴπερ ἀνό- σιος ἦν καὶ μυσαρὰ καὶ ἐπιβλαβὴς ἡ δι’ αἱμάτων c θυσία , ἀγαθοὶ ἂν εἶεν οἱ τοῖς τοιοῖσδε χαίροντες ; εἰ δὲ καὶ μὴ μόναις ταῖς τοιαύταις δὴ θυσίαις, καθ’ ὑπερβολὴν δὲ ὠμότητος καὶ ἀπανθρωπίας φανεῖεν
ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις ἡδόμενοι, πῶς οὐκ ἄντικρυς εἶεν ἂν μιαιφόνοι, καὶ πάσης ὠμότητος καὶ ἀπανθρωπίας οἰκεῖοι, καὶ οὐδὲν ἄλλο ἢ πονηροὶ δαίμονες;
μηδ’ εὐσεβὲς, μὴ ὅτι τὴν τοῦ θεοῦ σεβασμίαν προσηγορίαν d καὶ τὴν ἀνωτάτω τιμὴν ἐπὶ τὰ πονηρὰ πνεύματα καταβάλλειν, ἀλλὰ μηδὲ τοῦ παρ’ ἀνθρώποις τὴν βασίλειον ἐπιειμένου ἀξίαν λῃσταῖς καὶ τοιχωρύ- χοις περιτιθέναι.
σέβειν δεδιδαγμένοι θεὸν, τιμᾶν τε κατὰ τὸ προσῆκον καὶ τὰς ἀμφ’ αὐτὸν θεοφιλεῖς τε καὶ μακαρίας 89 δυνάμεις, οὐδὲν μὲν γεῶδες καὶ νεκρὸν, οὐδὲ λύθρους καὶ αἵματα, οὐδέ τι τῆς φθαρτῆς καὶ ὑλι- κῆς οὐσίας ἐπαγόμεθα· νῷ δὲ πάσης κεκαθαρμένῳ
κακίας καὶ σώματι τὸν ἐξ ἁγνείας καὶ σωφροσύνης κόσμον πάσης λαμπρότερον ὄντα στολῆς περιβεβλη- μένῳ, δόγμασί τε ὀρθοῖς καὶ θεοπρεπέσι, καὶ ἐπὶ πᾶσι τούτοις διαθέσει γνησίᾳ τὴν ὑπὸ τοῦ σωτῆρος ἡμῶν παραδοθεῖσαν εὐσέβειαν μέχρι καὶ θανάτου 149
φυλάττειν εὐχόμεθα.
μήτε τῷ ἐπὶ πάντων θεῷ μήτε ταῖς μετ’ αὐτὸν θείαις δυνάμεσι γεῶδες μηδὲν μήτε θυμιᾶν μήτε θύειν· ἀλλό- τρια γὰρ τὰ τοιαῦτα ἢ κατὰ τὴν πρέπουσαν εὐσέβειαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.