60 σοφίας θεολόγου νοήματα δεικὺς , οἶς τὸν θεὸν καὶ τοῦ θεοῦ τὰς δυνάμεις διὰ εἰκόνων συμφύλων αἰσθήσει ἐμήνυσαν ἄνδρες τὰ ἀφανῆ φανεροῖς ὑποτυπώσαντες 98 πλάσμασι, τοῖς καθάπερ ἐκ βίβλων τῶν ἀγαλμάτων ἀναλέγειν τὰ περὶ θεῶν μεμαθηκόσι
γράμματα θαυμαστὸν δὲ οὐδὲν ξύλα καὶ λίθους ἡγεῖσθαι τὰ ξόανα τοὺς ἀμαθεστάτους , καθὰ δὴ καὶ τῶν γραμμάτων οἱ ἀνόητοι λίθους μὲν ὁρῶσι τὰς στήλας, ξύλα δὲ τὰς δέλτους, ἐξυφασμένην δὲ πάπυρον τὰς βιβλους.”
καὶ ἐλέφαντος, εἰς τὴν τοῦ φωτὸς αὐτοῦ ἔννοιαν ἐνῆγε, διὰ δὲ τῆς τοῦ χρυσοῦ εἰς τὴν τοῦ πυρὸς διανόησιν, καὶ τὸ ἀμίαντον αὐτοῦ, ὅτι χρυσὸς οὐ μιαίνεται.
μὲν ἀπετύπουν τοὺς θεοὺς ὅτι λογικὸν τὸ θεῖον, καλοὺς δὲ, ὅτι κάλλος ἐν ἐκείνοις ἀκήρατον· διαφόροις c δὲ σχήμασι καὶ ἡλικίαις, καθέδραις τε καὶ στά- σεσι καὶ ἀμφιάσεσι, καὶ τοὺς μὲν ἄρρενας, τὰς δὲ θηλείας, καὶ παρθένους , καὶ ἐφήβους , ἢ γάμου πεῖραν
εἰληφότας, εἰς παράστασιν αὐτῶν τῆς διαφορᾶς.
κατὰ τὸν οὐρανὸν κινήσει ταῖς τε ἐν αὐτῷ ζώναις καὶ τοῖς κύκλοις · κύκλων δὲ τμήματα τοῖς σχηματισμοῖς d τῆς σελήνης· πυραμίδας δὲ καὶ ὀβελίσκους τῇ πυρὸς οὐσίᾳ , καὶ διὰ τοῦτο τοῖς Ὀλυμπίοις θεοῖς · ὥσπερ αὖ κῶνον μὲν ἡλίῳ, γῇ δὲ κύλινδρον, σπορᾷ
δὲ καὶ γενέσει φάλητα, καὶ τὸ τρίγωνον σχῆμα διὰ τὸ μόριον τῆς θηλείας.”
καὶ τὰ τοιαῦτα, εἰκόνας φέρειν τοῦ φωτὸς τῶν θεῶν καὶ τῆς οὐρανίου καὶ αἰθερίου φύσεως δηλώματα φάσκειν; ὅτι δὲ τῶν νέων ἐστὶ ταῦτα σοφίσματα, 99 μηδ’ ὄναρ τῶν παλαιῶν εἰς ἐνθύμησιν ἐλθόν, γνοίης ἂν μαθὼν ὅτι καὶ ἀπόβλητα ἦν παρὰ τοῖς προτέροις τὰ διὰ χρυσοῦ καὶ τῆς νομιζομένης πολυτελεστέρας ὕλης ξόανα. λέγει δ’ οὖν Πλούταρχος ὧδέ πη κατὰ λέξιν
b
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.