παρ’ οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο μεμάθηκας.
γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν ᾿Απόλλων, c καὶ πάλιν Ὦρος, καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς, καὶ μυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη, ἢ Ἶσις ἢ Ἄρτεμις, καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο ·
ἀλλ’ αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ὡς θεοὺς προσκυνητέον.
γου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ φαινομένην τοῦ θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν διάνοιαν, καὶ πλέον οὐδὲν ἀλλ᾿ ἢ πῦρ καὶ τὴν θερμὴν οὐσίαν, τά τε μέρη τοῦ κόσμου, διὰ τῶν οὐρανίων φωστήρων, ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν
καὶ τὴν σύγκρασιν τῶν σωμάτων θειάζουσα.
αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων, ταῖς προσηκούσαις ἐννοίαις εὐσεβεῖν;
αἰσθήσει, ὡς ἂν τῆς φθαρτῆς ὄντα φύσεως, οὐδαμῶς καταπλήττεσθαι, τὸν δ᾿ ἐν τούτοις ἅπασιν ἀόρατον, καὶ τὸν καθόλου τε καὶ κατὰ μέρος δημιουργικὸν νοῦν μόνον ἀποθαυμάζειν, καὶ θεολογεῖν μίαν μόνην ἐκείνην τὴν διήκουσαν καὶ διακοσμοῦσαν τὰ
πάντα θείαν δύναμιν, ἀσώματον οὖσαν καὶ νοερὰν τὴν φύσιν, μᾶλλον δὲ ἄρρητον εἰπεῖν καὶ ἀκατάληπτον, διὰ πάντων, δι᾿ ὧν καὶ ἐνεργεῖ. παραφαινομένην, διήκουσάν τε ἀσωμάτως καὶ ἀσυμπλόκως τὰ πάντα ἐπιπορευομένην, καὶ διὰ πάντων οὐκ οὐρανίων
μόνον, ἀλλὰ καὶ τῶν ἐπὶ γῆς, τῶν τε καθόλου b στοιχείων καὶ τῶν ἐπὶ μέρους, τὴν τῆς θεότητος διαρκῆ μεγαλουργίαν ἐπιδεικνυμένην, πᾶσί τε ἀφα- νῶς καὶ ἡμῖν ἀνεπαισθήτως ἐπιστατοῦσαν , καὶ λόγοις ἀνεκφράστου σοφίας τὸν σύμπαντα κόσμον διακυβερνῶσαν.
μυθικωτέρας καὶ τῆς ὑψηλοτέρας δὴ καὶ φυσικωτέρας, ἣν οἶ παλαιοὶ Ἕλληνές τε καὶ Αἰγύπτιοι σεμνύνοντες c ἀπεδείχθησαν, ὥρα καὶ τῶν νέων τῶν δὴ καθ’ ἡμᾶς αὐτοὺς φιλοσοφεῖν ἐπαγγελλομένων ἐπαθρῆσαι τὰ καλλωπίσματα · οἳδε γὰρ τὰ περὶ νοῦ δημιουργοῦ
τῶν ὅλων καὶ τὰ περὶ ἀσωμάτων ἰδεῶν νοερῶν τε καὶ λογικῶν δυνάμεων τοῖς ἀμφὶ τὸν Πλάτωνα μακροῖς ποθ’ ὕστερον χρόνοις ἐφευρημένα καὶ λογισμοῖς ὀρθοῖς ἐπινενοημένα συμπλέξαι τῇ τῶν παλαιῶν θεολογίᾳ πεπειραμένοι μείζονι τύφῳ τὴν
περὶ τῶν μύθων ἐπαγγελίαν ἐξῆραν. ἄκουε δ’ οὖν d καὶ τῆς τούτων φυσιολογίας, μεθ’ οἴας ἐξενήνεκται τῷ Πορφυρίῳ ἀλαζονείας·
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.