1 σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε.
ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ ἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα πράττειν.
ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ καὶ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους.
δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ’ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ’ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ’ ἱερὸν οὔτε βωμὸν 854 οὔτ’ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ ξύλα
καὶ λίθους τοὺς τυχόντας καὶ θηρία σέβεσθαι. τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἕν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι , τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίγνεσθαί
τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπολέσθαι.
τὰ θεῖα ζητοῦντες νομίζουσιν, ἐπειδὰν γνῶσιν αἷς ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν ὅταν βούλωνται καὶ ἀνέμους καὶ ὕδατα καὶ ὥρας καὶ ὅτου ἂν ἄλλου δέωνται τῶν τοιούτων; ἢ τοιοῦτον μὲν οὐδὲν οὐδ’ ἐλπίζουσιν, ἀρκεῖ δ’ αὐτοῖς γνῶναι μόνον ᾗ τῶν τοιούτων ἕκαστα γίγνεται;
ἀσεβές· τί καλὸν, τί αἰσχρόν· τί δίκαιον, τί ἄδικον· τί σωφροσύνη, τί μανία.”
δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέλιμα· τοὺς μέντοι περὶ τῆς φύ- σεως λόγους πᾶν τοὐναντίον , μήτε καταληπτοὺς εἰναι μήτ’, εἰ καὶ ὀφθεῖεν, ὄφελος ἔχειν τι.
τοῦ Πέρσεως ἀρθέντες d
ἢ ἀνδρειοτέρονς ἢ σωφρονεστέρους ἡμὰς ἔσεσθαι, μὴν οὐδὲ ἰσχυροὺς ἢ καλοὺς ἢ πλουσίους , ὧν χωρὶς οὐχ οἷόν τε εὐδαιμονεῖν.
ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμὰς, 855 μόνα δὲ πρὸς ἡμὰς τὰ ἀνθρώπινα.
ἐν τοῖς Σίλλοις καὶ ὁ Φλιάσιος Τίμων εἰρηκέναι τάδε
ἀποδεδειγμένης στάσεως τε καὶ μάχης, τῆς τε μηδὲν ἡμῖν προσηκούσης, περιττῆς δὲ ἄλλως καὶ οὐ γνωστῆς παιδείας τε καὶ μαθήσεως τῶν λοιπῶν ἁπάντων, ἐν οἷς εἰσέτι νῦν ἀποσεμνύνονται φιλοσόφων παῖδες, ἀπεληλεγμένων οὐχ ἡμετέραις, ταῖς δ’ οἰκείαις
αὐτῶν ἀποδείξεσιν· οὐ μὴν ἀλλὰ καὶ τῆς αἰτίας εἰς φανερὸν τεθείσης, δι’ ἣν τὰ τῶνδε αποστραφέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν, τὰ μὲν τῆς d Εὐαγγελικῆς Προπαρασκευῆς ἐν τούτοις ἡμῖν περιγεγράφθω·
οὐχὶ καὶ τὸν βίον ἀκόλουθον τῷ παρ’ αὐτοῖς παρέχομεν νόμῳ.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.