οὐκ ἐν δίκῃ σοι δοκοῦμεν κρίσει καὶ λογισμῷ τῆς τούτων ἀπάντων ἀνωφελοῦς καὶ πολυπλανοῦς ματαιοπονίας ἀνακεχωρηκέναι, καὶ τῶν μὲν εἰρημένων d μηδὲν πολυπραγμονεῖν, μηδὲ γὰρ ὁρᾶν ἐξ αὐτῶν τὸ λυσιτελὲς καὶ αὐτόθεν συντεῖνον πρὸς ὠφέλειαν καὶ
ἀγαθοῦ κτῆσιν ἀνθρώποις) μόνης δὲ τῆς ἀμφὶ τὸν πάντων δημιουργὸν θεὸν εὐσεβείας ἔχεσθαι, καὶ διὰ σώφρονος βίου τῆς τε ἄλλης κατ’ ἀρετὴν θεοφιλοῦς πολιτείας ἀρεσκόντως ζῆν σπουδάζειν τῷ πάντων θεῷ;
τὴν ἀληθῆ μαρτυρίαν ἡμῖν προσέσθαι δι’ ὄκνου φέρεις, φθάσει γέ σε πάλιν ὁ πάντων Ἑλλήνων σοφώτατος Σωκράτης τὰς ὑπὲρ ἡμῶν ψήφους φιλαληθῶς ἐξενηνεγμένος. τοὺς γοῦν μετεωρολέσχας ἐκείνους μωραίνοντας ἀπεδείκνυεν καὶ μηδὲν μαινομένων διαφέρειν
853 ἔλεγεν, ἀπελέγχων αὐτοὺς διαρρήδην οὐ μόνον ὡς ἀνεφίκτων ὀρεγομένους, ἀλλὰ καὶ περὶ ἄχρηστα καὶ ἀνωφελῆ τῷ βίῳ κατατριβομένους. ταῦτα δέ σοι καὶ ὁ πρόσθεν μαρτυρήσει Ξενοφῶν, Σωκράτους ἑταίρων γνωριμώτατος, ὧδέ πη γράφων ἐν Ἀπο-
μνημονευμασιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.