b ἐν αὐτῷ ψυχὴ, ἔχει δὲ καὶ σῶμα· εἴτ’ οὖν ὡς ὄργανον ἡμῖν, εἴτε ἕτερον τρόπον προσηρτημένον, ἀλλ’ οὖν διῃρήσθω γε ταύτῃ, καὶ ἐκατέρου τὴν φύσιν τε καὶ οὐσίαν καταθεατέον.
μένειν, ἥ τε αἴσθησις ὁρᾷ λυόμενόν τε καὶ τηκόμενον καὶ παντοίους ὀλέθρους δεχόμενον, ἑκάστου γε τῶν ἐνόντων πρὸς τὸ αὑτοῦ φερομένου, φθείροντός τε ἄλλου ἕτερον καὶ μεταβάλλοντος εἰς ἄλλο καὶ ἀπολλύντος, καὶ μάλιστα ὅταν ψυχὴ ἡ φίλα ποιοῦσα μὴ
παρῇ τοῖς ὄγκοις.
καὶ ταύτῃ φθορὰν ἄν ὑπομένοι.
1 σῶμα, ἢ κατὰ τὸ χρώμενον ὡς πρὸς ὄργανον. ἐκατέρως δὲ ἡ ψυχὴ .αὐτός.”
δὲ μὴ σῶμα εἴη, ἀλλὰ φύσεως ἄλλης, κἀκείνην ἢ κατὰ τὸν αὐτὸν τρόπον, ἢ κατὰ ἄλλον σκεπτέον. πρῶτον δὲ σκεπτέον εἰς ὅ τι δεῖ τοῦτο τὸ σῶμα, ὃ λέγουσι ψυχὴν, ἀναλύειν.
μὲν ἐκ δύο σωμάτων ἢ πλειόνων εἴη , ἤτοι ἑκάτερον αὐτῶν, ἢ ἕκαστον ζωὴν σύμφυτον ἔχειν· ἢ τὸ μὲν 825 ἔχειν, τὸ δὲ μὴ, ἢ μηδέτερον ἔχειν. εἰ μὲν δὴ ἐνὶ αὐτῶν προσείη τὸ ζῆν , αὐτὸ τοῦτο ἂν εἴη ψυχή.
καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ ἄψυχα παρ᾿ αὑτῶν· καὶ ὅτῳ πάρεστι τούτων ψυχὴ, τοῦτο ἐπακτῷ κέχρηται ζωῇ, ἄλλα δὲ παρὰ ταῦτα σώματα οὐκ ἔστι. 482 οἷς δὲ δοκεῖ εἶναι στοιχεῖα, τούτων ἕτερα σώματα, οὐ ψυχαὶ ἐλέχθησαν εἶναι, οὐδὲ ζωὴν ἔχοντα. εἰ δὲ μηδενὸς
αὐτῶν ζωὴν ἔχοντος ἡ σύνοδος πεποίηκε ζωὴν, b ἄτοπον.
ἄρα εἶναι τὸ τάξον καὶ τὸ τῆς κράσεως αἴτιον· ὥστε τοῦτο τάξιν ἂν ἔχοι ψυχῆς.
λόγος ἢ παρὰ ψυχῆς.”
μὲν ὅσον ὑλικὸν παρ’ αὑτοῦ ζωὴν ἔχειν οὐ φήσου- σιν· ὕλη γὰρ ἄποιον) τὸ δὲ κατὰ τὸ εἶδος τεταγμέ- νον ἐπιφέρειν τὴν ζωήν· εἰ μὲν οὐσίαν φήσουσι τὸ εἶδος τοῦτο εἶναι, οὐ τὸ συναμφότερον, θάτερον δὲ τούτων ἔσται ἡ ψυχή · καὶ οὐκ ἔστ’ αὖ σῶμα , οὐ γὰρ
ἐξ ὕλης καὶ αὐτὸ, ἢ πάλιν τὸν αὐτὸν τρόπον ἀναλύ- σομεν.
εἶναι τὸ χορηγὸν ζωῆς, εἴτε τῇ ὕλῃ ἡ χορηγία, εἴθ’ 826 ὁτῳοὺν τῶν σωμάτων, ἔξω ὂν καὶ ἐπέκεινα σωμα- τικῆς φύσεως , ἐπεὶ οὐδ’ ἂν εἴη σῶμα οὐδὲν ψυχι- κῆς δυνάμεως οὐκ οὔσης.
σώματα εἴη, κἂν εἰ ὄνομα ἐνὶ αὐτῶν ψυχήν τις θεῖτο. τὰ αὐτὰ γὰρ ἂν πάθοι τοῖς ἄλλοις σώμασιν, ὕλης μιᾶς οὔσης αὐτοῖς. μᾶλλον δὲ οὐδ’ ἂν γένοιτο, ἀλλὰ στήσεται ἐν ὕλῃ τὰ πάντα, μὴ ὄντος τοῦ μορφοῦντος αὐτήν.
εἴη. λυθήσεται δὲ καὶ τόδε τὸ ξύμπαν, εἴ τις αὐτὸ b πιστεύσειε σώματος συνέρξει , διδοὺς αὐτῷ ψυχῆς τάξιν, μέχρι τῶν ὀνομάτων, ἀέρι καὶ πνεύματι σκε- δαστοτάτῳ, καὶ τῷ ἐνὶ εἶναι ἔχοντι οὐ παρ’ αὑτοῦ. πῶς γὰρ τεμνομένων τῶν πάντων σωμάτων ᾡτινιοῦν
τις ἀνατιθεὶς τόδε τὸ πᾶν οὐκ ἀνόητόν τε καὶ gφερόμενον εἰκῆ ποιήσει;
ἐν τοῖς ὅλοις οὐδὲν ἂν εἴη ταῦτα, οὐχ ὅτι ἐν τάξει.”
δυναμένης τῆς κρείττονος μοίρας ἐν τοῖς οὖσιν εἶναι, τόπον δὲ ζητούσης εἰς τὸ ἱδρυθῆναι, δέον ζητεῖν ὅπου τὰ σώματα ἱδρύσουσιν, ὡς ἄρα δεῖ ταῦτα ἐν ψυχῆς δυνάμεσιν ἱδρῦσθαι.
πολυθρύλητον αὐτοῖς πῶς ἔχει, εἰς ὃ καταφεύγουσιν, ἀναγκαζόμενοι τίθεσθαι ἄλλην παρὰ τὰ σώματα φύ- σιν δραστήριον; εἰ οὖν οὐ πᾶν μὲν πνεῦμα ψυχὴ, ὅτι μυρία πνεύματα ἄψυχα, τὸ δέ πως ἔχον πνεῦμα 827 φήσουσι· τό πως ἔχον τοῦτο, καὶ ταύτην τὴν σχέσιν,
ἢ τῶν ὄντων τι φήσουσιν, ἢ μηδέν.
ἡ σχέσις, καὶ ἄλλο παρὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, ἐν ὕλῃ μὲν, ἄυλον δὲ αὐτὸ τῷ μὴ πάλιν αὖ συγκεῖσθαι ἐξ ὕλης, λόγος ἂν εἴη τις, καὶ οὐ σῶμα, καὶ φύσις ἑτέρα
ἢ ψυχρὸν, ἢ σκληρὸν ἢ μαλακὸν, ὑγρόν τε ἢ πεπηγὸς, μέλαν τε ἢ λευκὸν, καὶ πάντα ὅσα ποιότητες σωμάτων ἄλλαι ἐν ἄλλοις. καὶ εἰ μὲν θερμὸν, μόνον θερμανεῖ, ψυχρὸν δὲ μονον ψύξει, καὶ κοῦφα ποιήσει τὸ κουφον προσγενόμενον καὶ παρὸν,καὶ βαρυνεῖ τὸ βαρὺ, καὶ μελανεῖ τὸ μέλαν, καὶ τὸ λευκὸν λευκὸν ποιήσει.
c ἐν ἂλλοις μὲν ζῲοις ἂλλα, τὰ δὲ ἂλλα ποιεῖ, καὶ ἐν τῷ δὲ αὐτῷ τὰ ἐναντία, τὰ μὲν πηγνῦσα, τὰ δὲ χέουσα, καὶ τὰ μὲν πυκνὰ, τὰ δὲ ἀραιὰ, μέλανα, λευκὰ, κοῦφα, βαρέα· καίτοι ἓν ἐδει ποιεῖν, κατὰ τὴν τοῦ σώματος ποιότητά τε τὴν ἂλλην καὶ χρόαν, νῦν δὲ πολλά.”
σώματος, καὶ οὐ μετὸν αὐτῷ τοιούτου γε λόγου, ἢ ὃσος δέδοται αὐτῷ παρὰ τοῦ ποιήσαντος θερμὸν αὐτὸ ἢ ψυχρὸν εἶναι.
τοῦ αὒξειν εἶναι, ἢ ὃσον παραληφθείη ἂν ἐν ὓλης ὂγκῳ ὑπηρετοῦν τῷ δι’ αὐτοῦ τὴν αὒξην ἐργαζομένῳ· καὶ γὰρ εἰ ἡ ψυχὴ σῶμα οὖσα αὒξοι, ἀνάγκη καὶ αὐτὴν 828 αὒξεσθαι. προσθήκη δηλονότι ὁμοίου σώματος. εἰ μέλλει εῖἰς ἲσον ἰέναι τῷ αὐξομένῳ ὑπ’ αὐτῆς. καὶ ἢ
ψυχὴ ἒσται τὸ προστιθέμενον, ἢ ἂψυχον σῶμα.
μεταλήψεται ; ἀλλ’ οὐχ ὣσπερ ξένη ψυχὴ αὓτη ἐν ἀγνοίᾳ ἒσται ὧν ἡ ἑτερα οἶδε· καὶ ὣσπερ ὁ ἂλλος ὄγκος ἡμῶν τὸ μέν τι ἀπορρεύσεται αὐτοῦ, τὸ δέ τι b προσελεύσεται, οὐδὲν δὲ ἔσται τὸ αὐτό;
φύσις δὲ σώματος μεριζόμενον εἰς πλείω, ἕκαστον μὴ τὸ αὐτὸ εἶναι τῶν μερῶν τῷ ὅλῳ· εἰ τοσόνδε μέ· γεθος ψυχὴ, ὃ ἂν ἔλαττον ᾖ, ψυχὴ οὐκ ἔσται, ὥσπερ πᾶν ποσὸν ἀφαιρέσει τοῦ εἶναι τὸ πρόσθεν ἠλλάξατο.
τῇ ποιότητι ταὐτὸν μένοι, ᾐ μὲν σῶμα, ἕτερόν c ἐστι, καὶ ἡ ποσὸν, τῇ δὲ ποιότητι ἑτέρᾳ τῆς ποσότητος οὔσῃ τὸ ταὐτὸν ἀποσώζειν δύναται.
ἐν τῷ αὐτῷ σώματι, πότερον ἕκαστον ψυχὴ, οἵα ἐστὶ καὶ ἡ ὅλη; καὶ πάλιν τοῦ μέρους τὸ μέρος;
αὐτὸ ὅλον εἶναι, καὶ τὸ μέρος ὅπερ τὸ ὅλον ὑπάρχειν.
ὅπου τὸ μέρος ταὐτόν ἐστι τῷ ὅλῳ, τοῦτο ἐν τῇ αὐτοῦ οὐσίᾳ τὸ ποσὸν εἶναι ὑπερβέβηκεν, ἄποσον δὲ 829 αὐτὸ εἶναι ἐξ ἀνάγκης; οὕτω γὰρ ἂν μένοι τὸ αὐτὸ, τοῦ ποσοῦ κλεπτομένου, ἅτε μὴ μέλον αὐτῷ ποσότητος καὶ ὄγκου, ὡς ἂν τῆς οὐσίας αὐτοῦ ἕτερόν τι οὔσης. ἄποσον ἄρα ἡ ψυχὴ καὶ οἱ λόγοι.”
b ταὶ οὔτετιτῶν καλῶν ἔσται, ἐκ τῶνδεδῆλον. εἴ τι μέλλει αἰσθάνεσθαί τινος, ἕν αὐτὸ δεῖ εἶναι καὶ τῷ αὐτῷ παντὸς ἀντιλαμβάνεσθαι· καὶ εἰ διὰ πολλῶν αἰσθητηρίων πλείω τὰ εἰσιόντα εἴη, ἢ πολλαὶ περὶ ἓν ποιότητες, κἂν δι᾿ ἑνὸς ποικίλον , οἷον πρόσωπον.
οὐ γὰρ ἄλλο μὲν ῥινὸς, ἄλλο δὲ ὀφθαλμοῦ, ἀλλὰ ταυτὸν ὁμοῦ πάντων. καὶ εἰ τὸ μὲν δι᾿ ὀμμάτων, τὸ δὲ δι᾿ ἀκοῆς, ἔν τι δεῖ εἶναι εἰς ὃ ἄμφω· ἢ πῶς ἂν εἴποι ὅτι ἕτερα ταῦτα, μὴ εἰς τὸ αὐτὸ ὁμοῦ τῶν αἰσθημάτων ἐλθόντων ; δεῖ τοίνυν τοῦτο ὥσπερ κέντρον εἶναι,
γραμμὰς δὲ συμβαλλούσας ἐκ περιφερείας κύκλου, c τὰς πανταχόθεν αἰσθήσεις πρὸς τοῦτο περαίνειν, καὶ τοιοῦτον τὸ ἀντιλαμβανόμενον εἶναι ἓν ὄντως.
εἰς ἕν καὶ τὸ αὐτὸ πάλιν, οἷον τὸ μέσον ἢ ἄλλο· τὸ δὲ ἄλλο ἑκάτερον ἑκατέρου αἴσθησιν ἔξει, ὥσπερ ἂν εἰ ἐγὼ μὲν ἄλλου , σὺ δὲ ἄλλου αἴσθοιο.
καὶ ἐν αὐταῖς ταῖς κόραις · (ἢ πῶς ἂν τὰ μέγιστα διὰ d ταύταιν ὁρῷτο;) ὥστε ἔτι μᾶλλον εἰς τὸ ἡγεμονοῦν ἰόντα οἷον ἀμερῆ νοήματα γίνεσθαι. καὶ ἔσται ἀμερὲς τοῦτο, ἢ μεγέθει ὄντι τούτῳ συμμερίζοιτο ἂν, ὥστε ἄλλον ἄλλου μέρους καὶ μηδένα ἡμῶν ὅλου
τοῦ αἰσθητοῦ τὴν ἀντίληψιν ἴσχειν.
δὴ ἐκείνων τῶν μερῶν τῆς ψυχῆς ἄρα καὶ τοῖς μορίοις 830 αὐτοῦ αἰσθήσεται. ἢ ἀναίσθητα τὰ μέρη τῶν μορίων ἔσται; ἀλλὰ ἀδύνατον. εἰ δὲ ὁτιοῦν παντὸς αἰσθήσεται, εἰς ἄπειρα διαιρεῖσθαι τοῦ μεγέθους πεφυκότος, ἀπείρους καὶ αἰσθήσεις καθ’ ἕκαστον
αἰσθητὸν συμβήσεται γίγνεσθαι ἑκάστῳ, οἷον τοῦ αὐτοῦ ἀπείρους ἐν τῷ ἡγεμονοῦντι ἡμῶν εἰκόνας.
οὖν εἰς αἷμα εἴτ’ οὖν εἰς ἀέρα τῶν αἰσθημάτων ἐνσημαινομένων. εἰ μὲν οὖν ὡς ἐν σώμασιν ὑγροῖς, b ὅπερ καὶ εὔλογον, ὥσπερ εἰς ὕδωρ, συγχυθήσεται, καὶ οὐκ ἔσται μνήμη·
ὥστε ἄλλαι αἰσθήσεις οὐκ ἔσονται, ἢ γιγνομένων ἄλλων ἐκεῖνοι οἶ πρότερον ἀπολοῦνται, ὥστε οὐδὲν ἔσται τὸ μνημονεύειν. εἰ δέ ἐστι τὸ μνημονεύειν καὶ ἄλλων αἰσθάνεσθαι ἐπ’ ἄλλοις, οὐκ ἐμποδιζόντων τῶν πρόσθεν, ἀδύνατον τὴν ψυχὴν σῶμα εἶναι.”
ὄντος τοῦ πονοῦντος μέρους, τοῦ πνεύματος τὸ ἡγε- μονοῦν αἰσθάνεται, καὶ ὅλη ψυχὴ τὸ αὐτὸ πάσχει.
ἡ αἴσθησις, καὶ τοῦ τρίτου γε ἄλλην, καὶ πολλὰς αἰσθήσεις καὶ ἀπείρους τὴν περὶ ἑνὸς ἀλγήματος γίγνεσθαι, καὶ τούτων ἁπαςῶν ὕστερον τὸ ἡγεμονοῦν αἰσθέσθαι, καὶ γῆς ἑαυτοῦ παρὰ ταύτας.
ἀλγήματος· [ἀλλὰ τὴν μὲν ἐφεξῆς τῷ δακτύλῳ ὅτι ὁ ταρςὸς ἀλγεῖ, τὴν δὲ τρίτην, ὅτι ἄλλο τὸ πρὸς τὸ ἄνωθεν, καὶ πολλὰς εἶναι ἀλγηδόνας· τό τε ἡγεμο- νοῦν μὴ τοῦ πρὸς τῷ δακτύλῳ ἀλγήματος] αἰσθάνε- σθαι, ἀλλὰ τοῦ πρὸς αὑτῷ, καὶ τοῦτο γινώσκειν
831 μόνον, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν, μὴ ἐπιστάμενον ὅτι ἀλγεῖ ὁ δάκτυλος.
ἄλλο ἐστὶ, δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον, ἄλλο ἐστὶ, δεῖ τοιοῦτον τὶθεσθαι τὸ αἰσθαόμενον, οἶον πανταχοῦ αὐτὸ ἑαυτῷ τὸ αἀτὸ εἶναι. Τοῦτο δὲ ἄλλῳ τινὶ τῶν ὄωτων ἢ σώματι ποιεῖν προςήκει.”
ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντισθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὐκ ἄν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος καταλαμβάνειν, ἢ ταυτὸν ἔσται τῷ αἰσθάνεσθαι.
αὖ τὸ νοῆσον εἶναι, ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις, νοητῶν δὲ ἡ νόησις. Εἰ δὲ μὴ βούλονται, ἀλλ’ οὖν ἔσονταί γε καὶ νοητῶν τινῶν νοήσεις καὶ ἀμεγέθων c ἀντιλήψεις.
τὸ νοῆσον. οὐ γὰρ δὴ τοῦ ὅλου χρεία πρὸς τὸ θιγεῖν· ἀρκεῖ γὰρ καὶ ἴν τι.
γινώσκειν. εἰ δὲ τῶν ἐν ὕλῃ εἰδῶν τὰς νοήσεις φήσουσιν εἷναι, ἀλλὰ χωριζομένων γε τῶν σωμάτων γίγνονται, τοῦ νοῦ χωρίζοντος.
ψυχὴν σώματος αὐτὴν ἐν τῷ τοιούτῳ χωρίσαι. δεῖ ἄρα μηδὲ αὐτὴν σῶμα εἶναι. ἀμέγεθες δὲ οἶμαι καὶ τὸ καλὸν καὶ τὸ δίκαιον, καὶ ἡ τούτων ἄρα νόησις. ὥστε καὶ προσιόντα τῷ ἀμερεῖ αὐτῆς ὑποδέξεται καὶ ἐν αὐτῇ ἀμερῆ κείσεται.”
ἡ εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία τις ἐν τύποις, καθ’ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ σώματα.
εὖ παθεῖν, ὅπου ἢ θερμανθήσεται, ἢ συμμέτρως ψύχεος ἶμερεῖ, ἢ μαλακοῖς τισι καὶ ἁπλοῖς καὶ λείοις πελάσει; τὸ δὲ κατ’ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι; b
μενόντων, οἷα καὶ τὰ ἐν γεωμετρίᾳ. εἰ δὲ ἀϊδίων καὶ μενόντων, οὐ σωμάτων. καὶ δεῖ ἄρα καὶ ἐν ᾧ ἔσται , τοιοῦτον εἶναι· ἄρα μὴ σῶμα εἶναι. οὐ γὰρ μένει, ἀλλὰ ῥεῖ ἡ σώματος φύσις πᾶσα. ”
θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας 486 ἐνταῦθα τάττουσι τὴν ψυχὴν , οἶον ἐν δραστηρίῳ τόπῳ ἱδρύοντες αὐτὴν , πρῶτον μὲν ἀγνο- οῦσιν ὡς καὶ ταῦτα τὰ σώματα δυνάμεσι ταῖς ἐν αὐτοῖς ἀσωμάτοις ταῦτα ἐργάζεται· ἔπειτα ὅτι οὐ
ταύτας τὰς δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν, d ἐπιμελεῖσθαι ἐμφρόνως καὶ καλῶς ἅπαντα , ἄλλην οὐσίαν ζητεῖ.
καταλείπουσιν. ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται ἐκ τῶνδε δῆλον. ὁμο- λογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι, καὶ πὰν σῶμα ποσὸν εἶναι, καὶ ἔτι οὐ πᾶν σῶμα πο- σὸν εἶναι , ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες
τὴν ποιότητα ὁμολογήσουσιν ἕτερον οὖσαν ποσοῦ, ἕτερον σώματος εἷναι.
τοῦ σώματος ἐφ’ ἑκάστῳ μέρει ἡ αὐτὴ ὅλη ποιότης μένει, οἷον ἡ γλυκύτης ἡ τοῦ μέλιτος οὐδὲν ἔλαττον γλυκύτης ἐστὶν ἐφ’ ἑκάστῳ, οὐκ ἂν εἴη σῶμα γλυκύτης. ὁμοίως καὶ αἱ ἄλλαι.
δυναμένας ὄγκους μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν τῶν ὄγκων μικραὶ, ὀλίγοι δὲ μικρότατοι τόν ὄγκων μεγίστας ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει τὸ ποιεῖν ἀναθετέον· ἀμεγέθει ἄρα.
δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μηδ’ ὅτι πνεύματος ἢ αἵματος ἀπο- στάντων ἀποθνήσκει τὰ ζῷα λεγόντων. οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι, οὐδ’ ἄνευ πολλῶν ἄλλων, ὧν
οὐδὲ ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ δέ.”
ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι ἐνεργείᾳ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον, ἀπολέσασα τὸ εἶναι ψυχὴ, ὥσπερ εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν. οὐκ ἄρα ἔχομεν ψυχήν.
ὡς ὅπου ἂν ᾐ καὶ θάτερον, εἶναι ἴσον ὄγκον ἀμφοτέρων, καὶ τὸ πάν κατεχόντων, καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὅ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη d παραλλὰξ ἡ κρᾶσις· (οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι·)
διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον· ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι·) ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει κατὰ πᾶν.
δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δι᾿ ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα, ἡ δὲ ψυχὴ δι᾿ ὅλων· ἀσώματος ἄρα.”
ψυχὴν γίνεσθαι , λεπτοτέραν ἐν ψυχρῷ γενομένην· ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται, καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν. ἀλλ᾿ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένην.
τὸ χεῖρον πρῶτον ποιεῖν, καὶ πρὸ τούτου ἄλλο ἔλαττον, 487 ἣν λέγουσιν ἔξιν. ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς b ψυχῆς δηλονότι γενόμενος , ἢ εἰ πρὸ πάντων νοῦς, ἐφεξῆς ἔδει ψυχὴν ποιεῖν , εἶτα φύσιν· καὶ ἀεὶ τὸ ὕστερον χεῖρον, εἴπερ πέφυκεν.
θεὸς αὐτοῖς κατὰ τὸν νοῦν ὕστερος καὶ γεννητὸς καὶ ἐπακτὸν τὸ νοεῖν ἔχων, ἐνδέχοιτο ἂν μηδὲ ψυχὴν μηδὲ νοῦν, μηδὲ θεὸν εἶναι· εἰ τὸ δυνάμει, μὴ ὄντος πρότερον τοῦ ἐνεργείᾳ καὶ νοῦ γένοιτο, οὐδὲ ἥξει εἰς ἐνέργειαν. τί γὰρ ἔσται τὸ ἄγον, μὴ ὄντος ἑτέρου
παρ᾿ αὐτὸ προτέρου; εἰ δ᾿ ἑαυτὸ ἄξει εἰς ἐνέργειαν, ὅπερ ἄτοπον, ἀλλὰ βλέπον γε πρός τι ἄξει, ὃ οὐ δυνάμει, c ἐνεργείᾳ δὲ ἔσται.
οἷον ὀρεκτὸν ὄν ἐκείνου. πρότερον ἄρα τὸ κρεῖττον καὶ ἑτέραν φύσιν ἔχον σώματος καὶ ἐνεργείᾳ ὄν ἀεί· πρότερον ἄρα καὶ νοῦς καὶ ψυχὴ φύσεως. οὐκ ἄρα οὕτως ψυχὴ ὡς πνεῦμα, οὐδ᾿ ὡς σῶμα. ἀλλ᾿ ὅτι μὲν οὐ σῶμα λέγοιτ᾿ ἂν καὶ εἴρηται καὶ ἄλλοις ἕτερα, ἱκανὰ δὲ καὶ ταῦτα.”
γὰρ ἐνταῦθα ἐντεταμένων τῶν χορδῶν ἐπιγίνεταί τι οἶον πάθημα ἐπ᾿ αὐταῖς, ὃ λέγεται ἁρμονία, τὸν αὐτὸν τρόπον καὶ τοῦ ἡμετέρου σώματος, ἐν κράσει 835 ἀνομοίων γινομένων, τὴν ποιὰν κρᾶσιν ζωήν τε ἐργάζεσθαι καὶ ψυχὴν, οὖσαν τὸ ἐπὶ τῇ κράσει πάθημα.
ὅτι δὲ ἀδύνατον , πολλὰ ἤδη πρὸς ταύτην τὴν δόξαν εἴρηται.
ἁρμονία οὐκ οὐσία· καὶ ὅτι ἡ κρᾶσις τῶν σωμάτων, ἐξ ὧν συνέσταμεν , ἐν λόγῳ οὖσα, ὑγίεια ἂν εἴη· καὶ b ὅτι καθ᾿ ἕκαστον μέρος ἄλλως κραθὲν εἴη ἂν ψυχὴ ἑτέρα, ὥστε πολλὰς εἶναι· καὶ τόδε μέγιστον . ὡς ἀνάγκη πρὸ τῆς ψυχῆς ταύτης ἄλλην ψυχὴν εἶναι τὴν
ποιοῦσαν τὴν ἁρμονίαν ταύτην, οἶον ἐπὶ τῶν ὀργάνων, τὸν μουσικὸν, τὸν ἐντιθέντα ταῖς χορδαῖς τὴν ἁρμονίαν, λόγον ἔχοντα παρ᾿ αὐτῷ , καθ᾿ ὃν ἁρμόσει.
ὅλως δὲ καὶ οὗτοι ἐξ ἀψύχου ἔμψυχα ποιοῦσι, καὶ τὰ ἐξ ἀτάκτων κατὰ συντυχίαν τεταγμένα καὶ τὴν c τάξιν οὐκ ἐκ τῆς ψυχῆς, ἀλλ᾿ αὐτὴν ἐκ τῆς αὐτομά- του τάξεως τὴν ὑπόστασιν εἰληφέναι. τοῦτο δὲ οὔτε ἐν τοῖς κατὰ μέρος οὔτε ἐν τοῖς ἄλλοις δυνατὸν γενέσθαι. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία."
αὐτὴν εἶναι. ἀλλ᾿ ἐπεὶ αὐταρκῶς τά τε πρὸς Ἀριστοτέλην ἕλην καὶ τὸν Περίπατον, τά τε πρὸς τὴν τῶν d Στωϊκῶν αἵρεσιν, ὡς ἐν ἐπιτομῇ παρατέθειμαι, ὤρα πάλιν ἐπανελθόντα τῶν γενναίων φιλοσόφων ὁμοῦ πάντων τὰς θαυμαστὰς ἐπισκέψασθαι φυσιολογίας,
ὅτε μάλιστα κοινῶς πάντες Ἕλληνες θεοὺς ὁρατοὺς, ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας, τά τε ἄλλα μέρη τοῦ κόσμου ἡγήσαντό τε καὶ ἐσέφθησαν, καὶ τάς γε μυθικὰς καὶ ληρώδεις αὐτῶν περὶ τῆς πολυθέου πλάνης διηγήσεις σεμνοτέραις δὴ καὶ φυσικαῖς
ἀποδόσεσιν ἐπὶ τὰ στοιχεῖα καὶ τὰ τοῦ παντὸς κόσμου μόρια μετενηνόχασι.
Πλουτάρχου γραφῆς, ἐν ᾗ τὰς περὶ τούτων ἁπάντων ὁμοῦ τῶν τε πρεσβυτέρων καὶ νέων δόξας συναγαγὼν τοῦτον γράφει τὸν τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.