ἐπ᾿ Ἀριστοτέλει , περιύβρισται. οὐ γὰρ δυνάμενος ἐννοῆσαι διότι τὰ μεγάλα καὶ θεῖα καὶ περιττὰ τῶν πραγμάτων παραπλησίου τινὸς δυνάμεως εἰς ἐπίγνω- σιν δεῖται‚ τῇ δ’ αὑτοῦ λεπτῇ καὶ ταπεινῇ δριμύτητι πιστεύων‚ ἥτις διαδῦναι μὲν τῶν ἐπὶ γῆς πραγμάτων καὶ τὴν ἐν τούτοις ἀλήθειαν ἰδεῖν ἐδύνατο, τῆς δ’ ὄντως ἀληθείας ἐποπτεῦσαι τὸ πεδίον b οὐχ οἵα τε ἦν, αὑτῷ κανόνι καὶ κριτῇ τῶν ὑπὲρ αὐτὸν
χρησάμενος, ἀπέγνω τινὰς εἶναι ἰδίας φύσεις, οἵας Πλάτων’ ἔγνω, λήρους δὲ καὶ τερετίσματα καὶ φλυαρίας ἐτόλμησεν εἰπεῖν τὰ τῶν ὄντων ἀνώτατα.
ἀίδιον οὐσίαν τὴν τῶν ἰδεῶν, ἔνθα δὴ πόνος τε καὶ ἀγὼν ἔσχατος τῇ ψυχῇ πρόκειται. ὁ μὲν γὰρ μετασχὼν καὶ ἐφικόμενος αὐτῆς πάντως εὐδαίμων, ὁ δὲ c ἀπολειφθεὶς καὶ ἀδυνατήσας θεωρὸς γενέσθαι πάντως ἄμοιρος εὐδαιμονίας καταλείπεται.
τοῦτο Πλάτων’ τε πανταχῆ διαγωνίζεται, δεικνὺς τὴν ἰσχὺν τούτων τῶν φύσεων· οὔτε γὰρ ὡντινωνοῦν ἀποδοῦναί φησιν οἶόν τε εἶναι καλῶς, ἂν μὴ τούτων μεθέξει, οὔτε γνῶσίν τινος ἀληθοῦς, ἂν μὴ τῇ πρὸς ταῦτα ἀναφορᾷ, ἀλλ’ οὐδὲ λόγου μετέσεσθαί
τισιν, εἰ μὴ τὴν τούτων οὐσίαν ὁμολογήσειαν·
συγχωρήσεταί τις αὐτοῖς ὑπὲρ Πλάτωνος. ταῦτα γάρ ἐστιν οἶς μάλιστα τῶν ἄλλων ὑπερέχει.
ὃ μέλλει δημιουργήσειν, εἶθ’ οὕτω τῷ νοηθέντι κατόπιν ἐπὶ τῶν πραγμάτων προσάγειν τὴν ὁμοιότητα· ταὐτὸν δὴ, τὰ τοῦ θεοῦ νοήματα πρεσβύτερα τῶν πραγμάτων‚ τὰ τῶν γενομένων παραδείγματα, ἀσώματα καὶ νοητὰ, κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα ἀεὶ, μάλιστα μὲν καὶ πρώτως αὐτὰ ὄντα, παραίτια
δὲ καὶ τοῖς ἄλλοις τοῦ εἶναι τοιαῦτα ἕκαστα οἷά περ 816 ἐστὶ, κατὰ τὴν πρὸς αὐτὰ ὁμοιότητα, συνιδὼν ὁ Πλάτων ὄντα οὐ ῥᾷστα ὀφθῆναι, οὐ μὴν οὐδὲ λόγῳ σαφῶς δηλωθῆναι δυνάμενα, αὐτὸς ὡς οἶόν τε ἦν ὑπὲρ αὐτῶν εἰπεῖν καὶ φρονῆσαι καὶ παρασκευάσαι τοὺς
μέλλοντας ἐπακολουθήσειν πραγματευσάμενος ταῦτα, καὶ τὴν σύμπασαν αὑτοῦ φιλοσοφίαν εἰς τοῦτο συνταξάμενος, περὶ ταῦτά φησι καὶ τὴν τούτων νόησιν καὶ τὴν σοφίαν εἶναι καὶ τὴν ἐπιστήμην, δι’ ἧς τὸ ἀνθρώπινον τέλος καὶ ἡ μακαριστὴ βιοτὴ παραγίνεται.”
τις ἀνὴρ τὸ φρόνημα, ὃς ἔφη τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἶναι· διὸ καὶ παρῄνει τοῖς γνωρίμοις μηδέποτε χάριν ἡδονῆς δάκτυλον ἐκτείνειν. c
τοῦτον Κράτης διεδέξατο· Κράτητος δὲ ἐγένετο Ζήνων ὁ Κιτιεὺς, ὁ τῆς τῶν Στωϊκῶν φιλοσόφων αἱρέσεως καταστὰς ἀρχηγός
διαφερόντως καὶ βίου στερροῦ καὶ διαλεκτικῆς ἐπιμεληθῆναι. τά γέ τοι τῆς κατ’ αὐτοὺς φιλοσοφίας δόγματα ὧδέ πως ἔχει
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.