ὅτι πάντα κατὰ πρόνοιαν γίνεται, εἴ γε καὶ κατὰ φύσιν· πρὸς οὐδὲν τούτων ἡμῖν Ἀριστοτέλης ὁμολογεῖ.
ἐχόντων αἰτίαν τὴν εἱμαρμένην ὑποτίθησι, τῶν δὲ ὑπὸ σελήνην τὴν φύσιν, τῶν δὲ ἀνθρωπίνων φρόνησιν καὶ πρόνοιαν καὶ ψυχήν· τὸ μὲν γλαφυρὸν ἐν ταῖς τοιαύταις διαιρέσεσι παρεχόμενος, τὸ δὲ ἀναγκαῖον οὐ συνορῶν.
ἔμψυχος διήκουσα διὰ τοῦ παντὸς καὶ πάντα συνδοῦσα καὶ συνέχουσα, οὔτ᾿ ἂν εὐλόγως τὸ πᾶν οὔτε καλῶς διοικούμενον εἶναι δύναιτο. τῆς δ᾿ αὐτῆς ἦν ἄρ᾿ ἀβλεψίας καὶ πόλιν ἐλπίσαι ποτὲ καλῶς χωρὶς c ἑνώσεως διαγενέσθαι, καὶ τὸ πᾶν τόδε ἡγήσασθαι
πάγκαλον τῷ λόγῳ διαφυλάξειν , οἷόν περ φαίνεται, μὴ συνδήσαντα καὶ συναρμόσαντα ἑνός τινος ὁμοίου κοινωνίᾳ.
αὐτοῦ δεικνύντος ὅτι τοῖς κινουμένοις ἅπασιν ἀρχὴ καὶ πηγὴ τῆς κινήσεως ἡ ψυχή. καὶ ὃ μὲν ἂν ἔργον εἴη ψυχῆς λογικῆς καὶ φρονίμου τὸ μηδὲν μά- μάτην ποιεῖν, τοῦτο ἀνατίθησι τῇ φύσει, τοῦ δὲ ὀνό- d ματος αὐτῇ τῆς ψυχῆς οὐ μεταδίδωσιν, ὥσπερ ἐκ
τῶν ὀνομάτων, ἀλλ᾿ οὐκ ἐκ τῶν δυνάμεων, τῶν πραγμάτων λαμβανομένων.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.