φύσει, τὰ δὲ τέχνῃ, τὰ δὲ διὰ τύχην.
τεκταίνεσθαι πάντα τὰ σμικρότατα, ἃ δὴ τεχνικὰ πάντες προσαγορεύομεν.
c οὐδὲν τούτων. καὶ τὰ μετὰ ταῦτα αὖ σώματα, γῆς τε καὶ ἡλίου καὶ σελήνης ἄστρων τε πέρι, διὰ τούτων γεγονέναι παντελῶς ὄντων ἀψύχων· τύχῃ δὲ φερόμενα τῇ τῆς δυνάμεως ἕκαστα ἑκάστων, ᾗ συμπέπτωκεν ἁρμόττοντα οἰκείως πως, θερμὰ ψυχροῖς,
ἢ ξηρὰ πρὸς ὑγρὰ καὶ μαλακὰ πρὸς σκληρὰ, καὶ πάντα ὁπόσα τῇ τῶν ἐναντίων κράσει κατὰ τύχην ἐξ ἀνάγκης συνεκεράσθη, ταύτῃ καὶ κατὰ ταὐτὰ οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα ὁπόσα ἂν κατ’ οὐρανὸν, καὶ ζῷα αὖ καὶ φυτὰ ξύμπαντα,
1 ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φασὶν, d οὐδὲ διά τινα θεὸν οὐδὲ διὰ τέχνην, ἀλλ’ ὃ λέγομεν, φύσει καὶ τύχῃ.
ὕστερα γεγεννηκέναι παιδιάς τινας ἀληθείας οὐ σφόδρα μετεχούσας, ἀλλ’ εἴδωλ’ ἄττα ξυγγενῆ ἑαυτῶν, οἷα γραφικὴ γεννᾷ καὶ μουσικὴ καὶ ὅσαι ταύταις εἰσὶ συνέριθοι τέχναι. αἴ δ’ εἴ τι καὶ σπουδαῖον ἄρα γεννῶσι τῶν τεχνῶν, εἶναι ταύτας ὁπόσαι
τῇ φύσει ἐκοίνωσαν τὴν αὑτῶν δύναμιν, οἷον αὖ ἰατρικὴ καὶ γεωργικὴ καὶ γυμναστική. καὶ δὴ καὶ τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασι κοινωνοῦν φύσει, τέχνῃ δὲ τὸ πολύ. οὕτω δὲ καὶ τὴν νομοθεσίαν 622 πᾶσαν οὐ φύσει, τέχνῃ δὲ, ἧς οὐκ ἀληθεῖς
εἶναι τὰς θέσεις.
καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα εἶναι, νόμῳ δὲ ἕτερα· τὰ δὲ δὴ δίκαια οὐδ’ εἶναι τὸ παράπαν φύσει, ἀλλ’ ἀμφισβητοῦντας διατελεῖν ἀλλήλοις καὶ μετατιθεμένους ἀεὶ ταῦτα· ἃ δ’ ἂν μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκαστα εἶναι, γιγνόμενα b
τέχνῃ καὶ νόμοις, ἀλλ’ οὐ δή τινι φύσει.
ὡς οὐκ ὄντων θεῶν οἴους ὁ νόμος προστάττει δια- νοεῖσθαι δεῖν, στάσεις τε διὰ ταῦτα, ἑλκόντων πρὸς τὸν κατὰ φύσιν ὀρθὸν βίον, ὅς ἐστι τῇ ἀληθείᾳ κρα- 365 τοῦντα ζῆν τῶν ἄλλων, καὶ μὴ δουλεύοντα ἑτέροισι κάτα νόμον.
ὀνομάζειν ταῦτα αὐτὰ, ψυχὴν δ’ ἐκ τούτων ὕστερον. ἔοικε δὲ οὐ κινδυνεύειν, ἀλλ’ ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ.
d δόξης ἀνευρήκαμεν ἀνθρώπων ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων; σκόπει πάντα λόγον ἐξετάζων· οὐ γὰρ δὴ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἶ λόγων ἁπτόμενοι ἀσεβῶν ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις, ἀλλ’ ἐξημαρτημένως
χρώμενοι. δοκεῖ τοίνυν μοι ταῦτα οὕτως ἔχειν.
ὀλίγου ξύμπαντες οἷόν τε ὂν τυγχάνει καὶ δύναμιν 623 ἣν ἔχει, τῶν τε ἄλλων αὐτῆς πέρι καὶ δὴ καὶ γενέ- σεως, ὡς ἐν πρώτοις ἐστὶ σωμάτων ἔμπροσθεν πάντων γενομένη, καὶ μεταβολῆς τε αὐτῶν καὶ μετακοσμήσεως ἀπάσης ἄρχει παντὸς μᾶλλον. εἰ δ’ ἐστὶ
2 ταῦτα οὕτως, ἆρ’ οὐκ ἐξ ἀνάγκης τὰ ψυχῆς συγγενῆ πρότερα ἂν εἴη γεγονότα τῶν σώματι προσηκόντων, οὔσης γε αὐτῆς πρεσβυτέρας ἢ σώματος;
ἐπονομάζουσι, τούτου ὕστερα καὶ ἀρχόμενα ἂν ἐκ τέχνης εἴη καὶ νοῦ.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.