ἄλλους πάντας τοὺς μιμητικοὺς,) λώβη ἔοικεν εἶναι 1 πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι d μὴ ἔχουσι φάρμακον τὸ εἰδέναι αὐτὰ οἶα τυγχάνει ὄντα. Πῆ δὴ, ἴφη, διανοούμενος λέγεις; Ῥητέον, ἦν δ’ ἐγὼ, καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς
ἔχουσα περὶ Ομήρου ἀποκωλύει λέγειν.
παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιὸς , ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, 619 ὥσπερ ἐκεῖνος τοὺς ἐκγόνους· μηδ’ αὖ περὶ τὰς ἄλλας τέχνας αὐτὸν ἐρωτῶμεν, ἀλλ’ ἐῶμεν.
πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων, καὶ παιδ·είας πέρι ἀνθρώπων, δίκαιον που ἐρωτᾶν αὐτὸν πυνθανομένους, ὠ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργὸς, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ
δεύτερος, καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ b δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων καὶ δι’ ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί.
δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι 2 καὶ σφὰς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς; ἕξει τινὰ εἰπεῖν; Οὐκ οἴομαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε, οὐδ’ ὑπ’ αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ τίς πολεμος c ἐπὶ Ὁμήρου ὑπ’ ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος
εὖ πολεμηθεὶς μνημονεύεται; Οὐδείς.
δὴ, εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας αὐτὸς ζῶν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὕστερον ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν, ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτῳ ἠγαπήθη, καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυθαγόρειον
d τρόπον ἐπονομάζοντες τοὐ βίου διαφανεῖς πη δοκοῦσιν εἷναι ἐν τοῖς ἄλλοις;
περὶ Ὁμήρου ἀληθῆ ἐστί.
ἀλλὰ γινώσκειν δυνάμενος, οὐκ ἄρ’ ἂν πολλοὺς 620 ἑταίρους ἐποιήσατο καὶ ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὑπ’ αὐτῶν;
ὡς οὔτε οἰκίαν οὔτε πόλιν τὴν αὐτῶν οἰκεῖν οἷοί τε ἔσονται, ἐὰν μὴ σφεῖς αὐτῶν τῆς παιδείας ἐπιστατήσωσι, καὶ ἐπὶ ταύτῃ τῇ σοφίᾳ οὕτω σφόδρα φιλοῦνται, ὥστε μόνον οὐκ ἐπὶ ταῖς κεφαλαῖς περι- φέρουσιν αὐτοὺς οἶ ἑταῖροι.
θρώπους , ἢ Ἡσίοδον ῥαψῳδεῖν ἂν περιιόντας εἴων, καὶ οὐχὶ μᾶλλον ἂν αὐτῶν ἀντείχοντο ἢ τοῦ χρυσοῦ, καὶ ἠνάγκαζον παρὰ σφίσιν οἴκοι εἶναι, ἢ εἰ μὴ ἔπει- θον, αὐτοὶ ἂν ἐπαιδαγώγουν, ὅπη ᾔεσαν, ἕως ἱκανῶς παιδείας μεταλάβοιεν;
κεῖς μοι, (h Σώκρατες, ἀληθῆ λέγειν. Οὐκοῦν τι- θῶμεν ἀπὸ Ὀμήρου ἀρξάμενοι πάντας τοὺς ποιητι- κοὺς μιμητὰς εἰδώλων ἀρετῆς εἷναι καὶ τῶν ἄλλων περὶ ὧν ποιοῦσι, τῆς δ’ ἀληθείας οὐχ ἅπτεσθαι; ἀλλ’ ὥσπερ νῦν δὴ ἐλέγομεν, ὁ ζωγράφος σκυτοτό-
μον ποιήσει δοκοῦντα εἶναι, αὐτός τε οὐκ ἐπαίων περὶ σκυτοτομίας, καὶ τοῖς μὴ ἐπαίουσιν , ἐκ τῶν c χρωμάτων δὲ καὶ σχημάτων θεωροῦσι;
καὶ ῥήμασιν ἐπιχρωματίζειν αὐτὸν οὐκ ἐπαίοντα, ἀλλ’ ἢ μιμεῖσθαι, ὥστε ἑτέροις τοιούτοις ἐκ τῶν λό- γῶν θεωροῦσι δοκεῖν, ἐάν τε περὶ σκυτοτομίας τι λέγῃ ἐν μέτρῳ καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ, πάνυ εὖ δο- 364 κεῖν λέγεσθαι, ἐάν τε περὶ στρατηγίας , ἐάν τε περὶ
ἄλλου ὁτουοῦν ’
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.