δρῶν τῶν παρ’ Ἑβραίοις θεοφιλῶν, καὶ τῶν δὲ ἄλλως ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται, κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων ἡγησάμενος ἱστορίαν ἔσεσθαι.
αὐτὸν τῷ Μωρεῖ ζηλοῖ τρόπον· ἐν προοιμίοις γοῦν τῶν Νόμων τῇ κατ’ αὐτὸν ἀρχαιολογίᾳ κέχρηται, κα- τακλυσμοῦ μνημονεύσας καὶ τοῦ μετὰ τὸν κατακλυσμὸν βίου· ἀρχόμενος γοῦν τοῦ τρίτου τῶν Νόμων ἐπάκουσον ἅ φησιν
βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος.
ὄρειοί τινες ἂν εἶεν νομεῖς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωσμένα γένους.
πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονεικίας, 588 5 καὶ ὁπόσα ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν.
θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι. Θῶμεν. Οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι , καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως εὑρημένον ἢ πολιτικῆς
ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν.”
μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δὲ ἀφθόνου πλῆθος πάμπολυ.”
ἐπισυνάπτει τῇ μετὰ τὸν κατακλυσμὸν ὑφηγήσει, καὶ ὁ Πλάτων ὁμοίως μετὰ τοὺς βίους τῶν μετὰ τὸν κατακλυσμὸν τὰ Ἑλληνικὰ πειρᾶται ἀρχαιολογεῖν, ὡς ἐκεῖνος τὰ Ἑβραίων, τῶν τε ἐπὶ Τροίας μνημονεύει, καὶ τῆς πρώτης ἐν Λακεδαίμονι πολιτείας, Περσῶν τε, καὶ τῶν παρὰ τούτοις εἴτ’ ὀρθῶς
εἴτε καὶ μὴ βεβιωκότων· εἶτα μετὰ τὴν τούτων ἱστορίαν c ἀπάρχεται τῆς τῶν νόμων διαθέσεως, κἀν τούτῳ Μωσεῖ κατακολουθήσας.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.