δύο τινῶν ἄκρων ἐναργῶς ἐναντίων, οἷον λογικοῦ τε 326 καὶ ἀλόγου, ἄλλο τι ἀμφισβητῆται ποίας ἐστὶ μερίδος, εἶς ἦν καὶ οὗτος τρόπος ἀποδείξεως διὰ τοῦ δεῖξαι τίνι τῶν ἀντικειμένων ὅμοιον. οὕτω γὰρ, καίπερ d ἐν ἀλογίᾳ κατὰ πρώτην ἡλικίαν τοῦ ἀνθρωπίνου
γένους κατεσχημένου , πολλῶν τε ἄχρι γήρως ἐν τοῖς τῆς ἀλογίας ἁμαρτήμασι πλεοναζόντων , ὅμως διὰ τὸ τῷ καθαρῶς λογικῷ πολλὰς ὁμοιότητας φέρειν λογικὸν εἶναι τὸ γένος τοῦτο ἐξ ἀρχῆς ἐπιστεύθη.
προφανῶς τοῦ τῶν θεῶν, ὄντος δὲ πάλιν ἐναρ- γῶς τοῦ χθονίου καὶ λυτοῦ καὶ ἐν διαφθορᾷ κειμένου, ἀμφισβητουμένης δὲ παρά τισι τῆς ψυχῆς τίνι τῶν προκειμένων μέρει προσκεχώρηκεν, ἐκ τῆς ὁμοι- ότητος ᾠήθη ὁ Πλάτων’ δεῖν ἀνιχνεύειν τὴν ἀλήθειαν.
αὐτῆς ἀναλογίζεται· ἐδόκει μὴ τὰς μὲν ἄλλας ὁμοιό- τητας τοῦ θεοῦ ἐνεῖναι συγχωρεῖν, τὸ δὲ τῆς οὐσίας ἐμφερὲς ἀπ’ αὐτῆς ἐθέλειν ἀθετεῖν, δι’ ὃ καὶ τούτων αὐτὴν αὐτὴν τυχεῖν συμβέβηκεν.
τῆς οὐσίας ἐξήλλακτο, οὕτως ἀκόλουθον εἶναι τὰ τῶν αὐτῶν πως ἐνεργειῶν μέτοχα φθάνειν τὴν ὁμοιότητα τῆς οὐσίας κεκτημένα. διὰ γὰρ τὴν ποιὰν οὐσίαν ποιὰς εἶναι καὶ τὰς ἐνεργείας, ὡς ἂν ἀπ᾿ αὐτῆς ῥεούσας καὶ αὐτῆς οὔσας βλαστήματα.”
οὐ μόνον διὰ τὸ συνεχὲς καὶ ἄπαυστον τῆς κινήσεως, ἣν ἐν ἡμῖν ἐνδίδωσιν, ἀλλὰ τοῦ καθ᾿ ἑαυτὴν νοῦ.
πολλῶν καταριθμοῦντα, ἱκανὸν ὄντα ἐντρέψαι τοὺς εὐγνώμονας, ὡς οὐκ ἂν τῶν ἐμφερῶν τῷ θείῳ μετ- 556 έσχεν ἐνεργειῶν μή τοι θεία γε οὖσα καὶ αὐτή;
εἰς τὴν τῆς ἀπωλείας μεταβολὴν κατορωρυγμένη αὐτό τε ποιεῖ καὶ συνέχει, καὶ τὴν ἑαυτῆς θείαν ἀνα- δείκνυσιν οὐσίαν, καίπερ ἐπιπροσθουμένη καὶ ἐμποδιζομένη ὑπὸ τοῦ προκειμένου αὐτῇ πανωλέθρου πλάσματος, πῶς εἰ τῷ λόγῳ χωρισθείη, ὥσπερ χρυσίον περιπεπλασμένου πηλοῦ , οὐκ αὐτόθεν ἂν τὸ
ἑαυτῆς εἶδος ἐκφήνειεν , ὡς ἐμφερὲς ὂν μόνον τῷ θεῷ, ἀλλὰ καὶ διὰ τὸ μέτοχον αὐτοῦ εἶναι, καὶ τὰς b ἐν ταῖς ἐνεργείαις ὁμοιότητας διασῶζον, καὶ ἐν τῷ μάλιστα θνητῷ αὐτῆς, ὥσπερ ἐστὶν ὅταν ἐν τῷ θνητῷ καθειρχθῇ) διὰ τοῦτο μὴ διαλυόμενον , ὅτι
φύσεως ἦν τῆς ἀμοίρου φθορᾶς ; ”
ἐστι καὶ τοῖς ἀθανάτοις ἐμφερής.
μεθοδεύσας δὲ καὶ πρὸς γνώσεως καταλήψεις, πυρείων τε εὑρέσεις καὶ ὡροσκοπείων τηρήσεις, καὶ μιμήσεις τῶν τοῦ δημιουργοῦ ποιημάτων μηχανησάμενος.
διὰ μηχανημάτων τὰ ἐν οὐρανῷ μιμούμενος. καὶ τί d γὰρ οὐκ ἐπενόησεν, ἀποδεικνὺς τὸν θεῖον καὶ θεῷ παρισωμένον ἐν ἑαυτῷ νοῦν ;
τὰ κάτω ῥοπῆς ἰδεῖν αὐτὸν οὐχ οἵους τε ὄντας ἐκ τῶν ἔξωθεν φαινομένων ὁμοίως αὐτοῖς θνητοειδῆ δοξάζειν αὐτὸν ἀναπέπεικεν· ἑνὸς ὄντος καὶ τούτου τρόπου τῆς ἐκ κακίας παραμυθίας , τὸ τῇ ἀντανιδώσει τῆς αὑτῶν ἀθλιότητος διὰ τὰ ἔξωθεν φαινόμενα προσαναπαυομένους πείθειν ἑαυτοὺς , ὅτι ὡς τὰ ἔξω καὶ τὰ εἴσω ὅμοιοι πάντες ἂνθρωποι.”
ὁ Μώσης, ὃς διεξιὼν τὴν πρώτην ἀνθρωπογονίαν κατὰ τὰς προτεθείσας λέξεις διὰ τῆς πρὸς τὸ θεῖον ἐξομοιώσεως τοὺς περὶ ψυχῆς ἀθανασίας λόγους ἐπιστώσατο.
Μωσεῖ καὶ Πλάτωνι συνέστη, ὥρα καὶ τὰ λοιπὰ μέρη τῆς κατὰ Πλάτωνα φιλοσοφίας ἐπιθεωρῆσαι , δεῖξαί τε τὸν ἄνδρα Ἑβραίοις κατὰ πάντα φίλον , ἐκτὸς εἰ b μή που παρατραπεὶς ἀνθρωπινώτερον ἢ κατὰ τὸν ἀληθῆ φάναι τι προήχθη λόγον.
ὅσα μὲν ἐπιτυχῶς λέλεκται τῷ ἀνδρὶ συντρέχοι τρέχοι ἂν τοῖς Μωσεῖ δεδογμένοις , ὅσα δὲ μὴ ἀρέσκοντα Μωσεῖ καὶ τοῖς προφήταις ὑπέλαβεν οὐκ ἂν ἔχοι συνεστῶτα τὸν λόγον. τοῦτο δ’ ἡμῖν ἐν καιρῷ τῷ δέοντι παραστήσεται. τέως δ’ , ἐπεὶ πεφώραται
ἐν τῇ περὶ τῶν νοητῶν ἐποπτείᾳ συνῳδὰ καὶ σύμφωνα τὰ τεθειμένα, ὥρα ἐπανελθοῦσιν αὖθις ἐπὶ τὴν c τῶν αἰσθητῶν φυσιολογίαν ἐν βραχέσι τὴν πρὸς τὰ Εβραίων ἐπιδραμεῖν τοῦ ἀνδρὸς συμφωνίαν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.