γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν θεοῦ, μᾶλλον δὲ κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι. “εἶπε γὰρ (φησὶν) ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.”
ἐπιλέγει “ καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ 551 εἰς ψυχὴν ζῶσαν.
δ’ οὖν “ καὶ εἶπεν ὁ θεὸς, ποίησωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἐρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ,
324 κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.
οἶά φησιν
1 τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὂν.
τὸ μὲν ὁρατὸν, τὸ δὲ ἀειδές; Θῶμεν, ἔφη. Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; Καὶ ταῦτα, ἔφη , θῶμεν. d
οὖν ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα; Παντὶ, ἔφη, τοῦτό γε δῆλον ὅτι τῷ ὁρατῷ. Τί δὲ ἡ ψυχή; ὁρατὸν , ἢ ἀειδές; Οὐχ ὑπὸ ἀνθρώπων γε , ὦ Σώκρατες, ἔφη. ‘ Αλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων
φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; Τῇ’ τῶν ἀνθρώπων.
τόδε πάλαι ἐλέγομεν, ὅτι ἡ ψυχὴ ὅταν μὲν τῷ σώματι 2 προσχρῆται εἰς τὸ σκοπεῖν τι, ἢ διὰ τοῦ ὁρᾶν, ἢ διὰ τοῦ ἀκούειν, ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως· (τοῦτο γάρ ἐστι τὸ διὰ τοῦ σώματος, τὸ δι’ αἰσθήσεως σκοπεῖν τι·) τότε μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς ταῦτα τὰ μηδέποτε κατὰ ταὐτὰ ἔχοντα · καὶ αὐτὴ
πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὥσπερ μεθύουσα, ἅτε τοιούτων ἐφαπτομένη,. Πάνυ γε.
τε γίνεται, ὅταν περ αὐτὴ καθ’ ἑαυτὴν γένηται καὶ ἐξῇ αὐτὴ, καὶ πέπαυταί τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, ἅτε τοοιούτων ἐφαπτομένη. καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται.
λέγεις, ὢ Σώκρατες. Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν εἰρημένων] καὶ ἐκ τῶν νῦν λεγομένων ἡ ψυχὴ ὁμοιότερον εἶναι καὶ συγγενέστερον ; c Πᾶς ἂν, ἔμοιγε δοκεῖ, ἦ δ’ ὃς, συγχωρήσαι, Σώκρατες , ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ
δυσμαθέστατος ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστιν ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή.
ἄρχειν καὶ δεσπόζειν· καὶ κατὰ ταῦτα αὖ πότερόν σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι καὶ πότερον τῷ θνητῷ ; Ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἶον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαί d τε καὶ δουλεύειν; ἔμοιγε.
ἔοικε; Δηλαδὴ, ὠ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. Σκόπει δὴ, ἔφη, ὢ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμίν ξυμβαίνει · τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ 325 καὶ μονοειδεῖ καὶ ἀδιαλύτῳ καὶ ἀεὶ ὡσαύτως κατὰ τὰ αὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον εἶναι ψυχὴν, τῷ
δὲ ἀνθρωπίνω καὶ θνητῷ καὶ ἀνοήτῳ καὶ πολυειδεῖ καὶ διαλυτῷ καὶ μηδέποτε κατὰ τὰ αὐτὰ ἔχοντι ἑαυτῷ ὁμοιότατον αὖ εἶναι τὸ σῶμα
οὕτως ἐχόντων ἆρ’ οὐ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δὲ αὖ τὸ παράπαν ἀδιαλύτῳ εἶναι, ἢ ἐγγύς τι τούτου ;
καλοῦμεν, ᾦ προσήκει διαλύεσθαι καὶ διαπίπτειν καὶ διαπνεῖσθαι, οὐκ εὐθὺς τούτων οὐδὲν πέπονθεν, ἀλλ’ ἐπιεικῶς συχνὸν ἐπιμένει χρόνον· ἐὰν μέν τις καὶ χαριέντως ἔχων τὸ σῶμα τελευτήσῃ, καὶ ἐν τοιαύτῃ ὥρᾳ, καὶ πάνυ μάλα. συμπεσὸν γὰρ τὸ σῶμα
καὶ ταριχευθὲν , ὥσπερ οἱ ἐν Αἰγύπτῳ ταριχευθέντες, ὀλίγου ὅλον μένει ἀμήχανον ὅσον χρόνον. ἔνια b δὲ μέρη τοῦ σώματος, καὶ ἐὰν σαπῇ, ὀστᾶ τε καὶ νεῦρα καὶ τὰ τοιαῦτα πάντα ὅμως, ὡς ἒπος εἰπεῖν, ἀθάνατά ἐστιν, ἢ οὔ; Ναί.
ἀειδὲς , τὸ εἰς τοιοῦτον τόπον ἕτερον οἰχόμενον, γενναῖον καὶ καθαρὸν καὶ ἀειδῆ, εἰς Ἀίδου Ἃιδου, ὡς ἀληθῶς, παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεὸν, οἷ, ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον·) αὕτη δὲ δὴ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη
τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, c ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι;
d καὶ τῷ ὄντι τεθνάναι μελετῶσα ῥᾳδίως · ἢ οὐ τοῦτ’ ἂν εἴη μελέτη θανάτου ; Παντάπασί γε.)
πλάνης καὶ ἀνοίας καὶ φόβων καὶ ἀγρίων ἐρώτων καὶ τῶν ἄλλων κακῶν τῶν ἀνθρωπείων ἀπηλλαγμένῃ, ὥσπερ δὲ λέγεται κατὰ τῶν μεμυημένων, ὡς ἀληθῶς τὸν λοιπὸν χρόνον μετὰ θεῶν διάγουσα, οὕτω φῶμεν, ὦ Κέβης, ἢ ἄλλως,. Οὕτως νὴ Δία, ἴφη ὁ Κέβης.
554 βῆς.
οὗ ἄν τις ἅψαιτο, καὶ ἴδοι καὶ φάγοι καὶ πίοι καὶ πρὸς τὰ ἀφροδίσια χρήσαιτο· τὸ δὲ τοῖς ὄμμασι σκοτῶδες καὶ ἀειδὲς, νοητὸν δὲ καὶ φιλοσοφίᾳ αἱρετὸν, τοῦτο δὲ εἰθισμμένη μισεῖν τε καὶ τρέμειν καὶ φεύγειν · οὕτω δὴ ἔχουσαν οἴει ψυχὴν αὐτὴν
b καθ’ αὑτὴν εἰλικρινῆ ἀπαλλάξεσθαι ; Οὐδ’ ὁπωστιοῦν, ἔφη.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.