τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος. οὐδὲ 547 γὰρ ἡ νοητὴ πόλις ἓτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς, ἤδη τὴν νοητὴν πόλιν κτίζειν διανοουμένου.
ἐμόν. τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα θεοῦ διετυπώθη.
θείας εἰκόνος δηλονότι · καὶ ἡ ἀρχέτυπος σφραγὶς, ὅν φαμεν νοητὸν εἷναι κόσμον, αὐτὸς ἂν εἴη τὸ παράδειγμα, ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν, ὁ θεοῦ λόγος. ”
οὐχ, ὡς οἴονταί τινες, τὴν κατὰ χρόνον · (χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου·) ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν, ἢ μετ’ αὐτόν.
ὕστερον ἢ ἅμα συνίστασθαι , ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι, ἢ νεώτερον ἐκείνου, πρεσβύτερον δὲ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον. c
μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, · τὴν δὲ ἄβυσσον· πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές.
ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι.
ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον , ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς, καὶ τὰ κριτήρια νοῦς ὁ τῆς ὅλης ψυχῆς ἡγεμὼν, ὀφθαλμῶν 548 σώματος.
τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστὴρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλἐσειειν ἄν τις παναύγειαν , ἀφ’ ἧς ἥλιος καὶ σελήνη καὶ οἱ ἄλλοι πλανῆται καὶ ἀπλανεῖς ἀρύονται, καθ’ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη , τῆς
ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, οὑ ἂν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς b αἰσθητὸν μεταβολήν. εἰλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει.
μόνωσιν, μοναδικὴν ἔχοντος φύσιν.
ὃν ἐτύμως στερέωμα προσηγόρευσεν, ἅτε σωματικὸν ὄντα. τὸ γὰρ σῶμα φύσει στερεὸν, ὅ τι περ καὶ τριχῆ διαστατόν. στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντη διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ,
τοῦτον στερεὸν ἒκάλεσε. ”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.