παραδείγματος εἶναι, καὶ πάντα τὸν ἀνθρώπων βίον ἐν εἰκόνι διαπορεύεσθαι εἰρήκασι. λέγει δ’ οὖν ὁ Μώσης “ καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ d εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.” καὶ πάλιν ἄλλος Εβραῖος τὰ πάτρια φιλοσοφῶν “ μέντοιγε (φησὶν)
ἐν εἰκόνι διαπορεύεται ἂνθρμπος.” ἤδη δὲ καὶ οἱ τῶν ἱερῶν νόμων ἐξηγηταὶ ἐπάκουσον ὅπως τὴν ἐν τοῖς Μώσεως γράμμασι διάνοιαν σαφηνίζουσι. λέγει δ’ οὖν ὁ ‘Εβραῖος Φίλων τὰ πάτρια διερμηνεύων αὐτοῖς ῥήμασιν
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.