εἴ τις ἐπὶ σκοπῇ καθήμενος , ναῦν ἁλιάδα βραχεῖάν τινα τούτων τῶν ἐπακτρίδων . τῶν μόνων, μίαν, μόνην, ἔρημον , μετακυμίοις ἐχομένην ὀξὺ δεδορκὼς, μιᾷ βολῇ κατεῖδε τὴν ναῦν, οὕτω δή τινα ἀπελθόντα πόρρω ἀπὸ τῶν αἰσθητῶν ὁμιλῆσαι τῷ ἀγαθῷ μόνῳ
μόνον, ἔνθα μήτε τις ἄνθρωπος μήτε τι ζῷον ἕτερον, μηδὲ σῶμα μέγα μηδὲ σμικρὸν, ἀλλά τις ἄφατος καὶ ἀδιήγητος ἀτεχνῶς ἐρημία θεσπέσιος, ἔνθα τοῦ ἀγαθοῦ d ἤθη διατριβαί τε καὶ ἀγλαίαι, αὐτὸ δὲ ἐν εἰρήνῃ, ἐν εὐμενείᾳ, τὸ ἤρεμον, τὸ ἡγεμονικὸν, ἵλεων, ἐποχούμενον ἐπὶ τῇ οὐσίᾳ.
αἰσθητοῖς λιπαρῶν τὸ ἀγαθὸν ἐφιπτάμενον φαντάζεται, κἄπειτα τρυφῶν οἴοιτο τῷ ἀγαθῷ ἐντετυχηκέναι, τοῦ παντὸς ἁμαρτάνει. τῷ γὰρ ὄντι οὐ ῥᾳδίας, θείας δὲ πρὸς αὐτὸ δεῖ μεθόδου· καί ἐστι κράτιστον, τῶν αἰσθητῶν ἀμελήσαντι, νεανιευσαμένῳ
πρὸς τὰ μαθήματα, τοὺς ἀριθμοὺς θεασαμένῳ, οὕτως ἐκμελετῆσαι μάθημα, τί ἐστι τὸ ὄν.”
δ’ ὡμολογήθη πρεσβύτερον καὶ αἴτιον εἶναι ὁ νοῦς, αὐτὸς οὗτος μόνος εὕρηται ὢν τὸ ἀγαθόν. καὶ γὰρ εἰ ὁ μὲν δημιουργὸς θεός ἐστι γενέσεως, ἀρκεῖ τὸ ἀγαθὸν οὐσίας εἶναι ἀρχή. ἀνάλογον δὲ τούτῳ μὲν ὁ δημιουργὸς θεὸς, ὢν αὐτοῦ μιμητὴς, τῇ δὲ
οὐσίᾳ ἡ γένεσις · εἰκὼν γὰρ αὐτῆς ἐστι καὶ μίμημα.
δημιουργὸς ὤν· ἔπειτα θεωρητικὸς ὅλως.
ἧς μίμημα ὁ καλὸς κόσμος, κεκαλλωπισμένος μετουσίᾳ τοῦ καλοῦ. ”
ἐὰν τοῦτο ἐκείνῳ μόνον μόνῳ προσῇ, ἀβελτέρας ἂν εἴη ψυχῆς ἔτι ἀμφιλογεῖν.
d ἀγαθοῦ μεταλαχὼν ὁ δεύτερος;
ἄλλῃ καὶ ἄλλῃ χωρίσας· ἰδίᾳ μὲν γὰρ τὸν κυκλικὸν ἐπὶ τοῦ δημιουργοῦ ἐγράψατο ἐν Τιμαίῳ εἰπὼν “ἀγαθὸς ἦν·” ἐν δὲ τῇ Πολιτείᾳ τὸ ἀγαθὸν εἶπεν ἀγαθοῦ ἰδέαν· ὡς δὴ τοῦ δημιουργοῦ ἰδέαν οὖσαν τὸ ἀγαθὸν , ὅτι πέφανται ἡμῖν ἀγαθὸς μετουσίᾳ τοῦ
πρώτου τε καὶ μόνου.
νοῦς, ὢν αὐτοάγαθον.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.