ἄλλο εἷναι ἢ θεὸν διδασκούσης , δι’ ὧν τέ φησιν ἀγαθὸς κύριος πάσι τοῖς ὑπομένουσιν αὐτόν · ψυχῇ, ἣ ἐκζητήσει αὐτόν·” καὶ “ ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ” δι’ ὧν τε ὁ σωτήριος λόγος πρὸς τὸν περὶ τοῦδε ἐρό-
1 μενον ἀπεφήνατο εἰπὼν “τί με ἐρωτᾷς περὶ τοῦ b ἀγαθοῦ; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός·”
πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δ᾿ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτ᾿ ἐγγίνεται φθόνος. τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.”
πρός τε νοῦν καὶ τὰ νοούμενα , τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.”
ἀποδιδοῦν τὴν τοῦ ἀγαθοῦ ἰδέαν φάθι εἶναι.”
ὄντα. πῶς γάρ ; καὶ τοῖς γινωσκομένοις τοίνυν μὴ μόνον τὸ γινώσκεσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν ὑπ᾿ ἐκείνοῦ αὐτοῖς προσεῖναι, οὐκ οὐσίας ὄντος τοῦ ἀγαθοῦ, ἀλλ᾿ ἐπέκεινα οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερ-
έχοντος.”
ὑπερἐχον·” ὥστε μὴ ὁμοούσια αὐτὰ τίθεσθαι, ἀλλὰ μηδὲ ἀγέννητα νομίζειν, ὅτι δὴ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν εἴληφε παρὰ τοῦ μὴ ὄντος οὐσίας, ἀλλ’ ἐπέκεινα 543 οὐσίας πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος· ὃν δὴ καὶ μόνον εἰκότως θεὸν τὰ Ἑβραίων ἀναγορεύει
λόγια, ὡς ἂν τοῖς πᾶσιν αἴτιον ὄντα.
μόνῳ ἀγαθῷ, ὃ δὴ καὶ ἐπέκεινα πάσης οὐσίας πρεσβείᾳ τε καὶ δυνάμει ὑπερέχον” θαυμασίως ὁ Πλάτων b ἀνεφώνησε. πάλιν δὲ καὶ ὁ Νουμήνιος ἐν τοῖς Περὶ τἀγαθοῦ, τὴν τοῦ Πλάτωνος διάνοιαν ἑρμηνεύων, τοῦτον διέξεισι τὸν τρόπον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.