ὄις θεολογίαν προτετιμήκαμεν γνοίης ἂν, μαθὼν ὡς καὶ αὐτῶν Ελλήνων οἱ δὴ μάλιστα ὀρθότερον φιλο- σοφίας ἁψάμενοι, καί τι πλέον καὶ μεῖζον τῆς παν- δήμου περὶ θεῶν ἀκοῆς διανοηθέντες, οὐδέτερα τῶν παρὰ τοῖς Ἑβραίοις προκεκυρωμένων ἐφεῦρον ἀληθῆ
δόγματα.
λίας.
κῶν καὶ Αἰγυπτίων ^ ἀλλὰ καὶ αὐτῶν τῶν παλαιῶν b Ἑλλήνων φύντας.
Θρᾴκιος Ὀρφεὺς , ἢ καί τις ἕτερος ‘ ἢ βάρβα- ρος, τῆς πλάνης ἀρχηγοὶ γενόμενοι, συνεστήωχντο· τούτων γὰρ οὐδένας καὶ αὐτοὶ ἂν ὁμολογήσαιεν Ελ- ληνες παλαιοτέρους εἰδέναι.
τὰ Τρωϊκὰ γενομένους ἢ μικρῷ πρόσθεν ἠκμακέναι c φασίν. ἀλλὰ κατά γε τούτους πλέον οὐδὲν τῆς Φοι- νίκων καὶ Αἰγυπτίων πολυπλανοῦς θεολογίας παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο.
ὅμοια παρεφυλάττετο. πολὺς γοῦν παρὰ τοῖς πᾶσιν ὁ προδηλωθεὶς περὶ θεῶν ἐκράτει λόγος· νεῴ τε περικαλλεῖς , παντοίοις ἀγάλμασι καὶ ἀναθήμασι κεκοσμημένοι, παρὰ τοῖς πᾶσιν ἐξήσκηντο · ἀτὰρ δὴ καὶ ξόανα παντοίας ὕλης εἰς πᾶσαν θνητῶν ζῴων
ἰδέαν τετυπωμένα φιλοκάλως ἐξείργαστο.
εἶτα δὲ Ἀμφιάρεως καὶ Ἀμφίλοχος, καὶ ἐπὶ τούτοις μυρίος ἄλλος ἐπιρρέων χρησμῳδῶν μᾶλλον ἢ ποιητῶν τε καὶ ῥαψῳδῶν ὄχλος.
εὑροῦσα , τὰ μὲν σεμνὰ καὶ παλαιὰ τῆς πατρόθεν εἰς αὐτοὺς ἡκούσης θεολογίας , αὐτά τε τὰ θαυμαστὰ καὶ παρὰ πᾶσι βοώμενα, θεῖά τε καὶ χρηστήρια, ἔργῳ περιττὰ καὶ ἀνωφελῆ κατελάμβανε.
πρὸς τὴν τῶν ἀναγκαίων καὶ ἀληθῶν εὕρεσιν λυσιτελεῖν δυνάμενα, τὰ δὲ ὀθνεῖα λοιπὸν καὶ βάρβαρα, οἶά τις γυμνὴ καὶ οἰκείων πτωχεύουσα λόγων τε καὶ μαθημάτων , περιῄει διερευνωμένη, τά τε χρήσιμα πανταχόθεν ἑαυτῇ πορίζουσα συνάγουσά τε καὶ ἐρανιζομένη,
ὅ τι ποτὲ παρ’ ἑκάστοις εὕροι τῶν ἐθνῶν.
ἐπὶ σοφίᾳ θαυμασθῆναι, οὓς δὴ καὶ ἐπονομάσαι σοφούς. ἀμφὶ Κῦρον δὲ οἵδε τὸν Περσῶν ἤκμασαν βασιλέα.
τῆς δὲ Μώσεως ἡλικίας οὐκ ἔλαττον ἢ χιλίοις πεντακοσίοις γενόμενοι. τοῦτο δέ σοι τὰς τῶν χρόνων ἀναγραφὰς μικρὸν ὕστερον διιόντι καταφανὲς ἔσται.
ἠθικωτέρας, ὧν πλέον οὐδὲν τῶν βοωμένων ἀποφθεγμάτων μνημονεύεται. ὀψὲ δέ τι, καὶ μᾶλλον 276 τοῖς χρόνοις ὑποβεβηκότες, οἱ παρ' Ἕλλησι φιλόσοφοι d διαπρέψαι μνημονεύονται.
ὄνομα, ὡς μέν τινες, Σάμιος, ὡς δ’ ἕτεροί φασι, Τυρρηνὸς ἦν· τινὲς δ’ αὐτὸν Σύριον ἢ Τύριον εἶναι λέγουσιν· ὥστε σε βάρβαρον, ἀλλ’ οὐχ Ἕλληνα γεγονέναι ὁμολογεῖν τὸν πρῶτον τῶν φιλοσόφων, ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδόμενον.
Φερεκύδην δὲ Σύριον ἀναγράφουσιν, ᾧ μαθητεῦσαι τὸν Πυθαγόραν φασίν. οὐ μόνῳ δὲ τούτῳ συγγενέσθαι ὁ Πυθαγόρας λέγεται, διατρῖψαι δὲ καὶ παρὰ τοῖς Περσῶν μάγοις, καὶ τοῖς Αἰγυπτίων δὲ προφήταις μαθητεῦσαι, καθ’ ὃν χρόνον Ἑβραίων οἱ μὲν
ἐπ’ Αἰγύπτου , οἱ δ’ ἐπὶ Βαβυλῶνος φαίνονται τὴν 471 μετοικίαν πεποιημένοι.
δέ εἰσιν οὗτοι φιλόσοφοι·) καὶ παρ’ ὧν μὲν ἀστρολογέαν, παρ’ ὣν δὲ γεωμετρίαν, ἀριθμητικήν τε παρ’ ἑτέρων καὶ μουσικὴν, καὶ ἄλλα παρ’ ἄλλων συλλεξάμενος, μόνον παρὰ τῶν σοφῶν Ἑλλήνων ἔσχεν ούδὲν, πενέᾳ σοφίας καὶ ἀπορίᾳ συνοικούντων·
δ’ οὖν τῶν ἔξωθεν αὐτῷ πεπορισμένων αἴτιος αὐτὸς τῆς μαθήσεως κατέστη τοῖς Ἕλλησιν.
διατριβῆς ἀξιωθεῖσα · μεθ’ ἣν ἡ ἀπὸ Θαλοῦ τοῦ τῶν ἑπτὰ σοφῶν ἑνὸς Ἰωνικὴ προσαγορευθεῖσα · κἄπειτα ἡ Ἐλεατικὴ, Ξενοφάνην τὸν Κολοφώνιον πατέρα ἐπιγραψαμένη.
Αἰγυπτίων δὲ καὶ οὗτος λέγεται τοῖς προφήταις συμβεβληκέναι. c
γοῦν αὐτὸν ἐν Τιμαίῳ πρὸς τοῦ βαρβάρου παιδευόμενον, ἐν οἷς φησιν ὁ Αἰγύπτιος πρὸς αὐτὸν “ὦ Σόλων, Σόλων Ἕλληνες ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἑλλήνων οὐδὲ εἶς, οὐδέ ἐστι παρ’ ὑμῖν χρόνῳ πολιὸν μάθημα.’’
ἐν Ἰταλίᾳ Πυθαγορείοις σχολάσας οὐ μόνῃ τῇ παρὰ τούτοις ἠρκέσθη διατριβῇ, λέγεται δὲ ἀπᾶραι εἰς 1 Αἴγυπτον καὶ τῇ τούτων φιλοσοφίᾳ πλεῖστον ἀναθεῖναι χρόνον. τοῦτό τοι καὶ αὐτὸς τοῖς βαρβάροις πολλαχοῦ τῶν ἰδίων λόγων μαρτυρεῖ, εὖ μοι δοκεῖ ποιῶν, καὶ τὰ κάλλιστα ἐμπορεύεσθαι εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων εὐγνωμόνως οὐκ ἀπαρνούμενος.
472 πρώτους ταῦτα ἐννοήσαντας διὰ τὸ κάλλος τῆς θερινῆς ὥρας, ἣν Αἴγυπτός τε Συρία θ’ ἱκανῶς κέκτηται. ὅθεν καὶ πανταχόσε καὶ δεῦρο ἐξήκει, βεβασανισένα χρόνῳ μυριετεῖ τε καὶ ἀπείρῳ.
b
οἶ καλεόμενοι Ἀρπεδνονάπται, οἶς ἐπὶ πᾶσιν ἐπ’ ἔτεα ὀγδώκοντα ἐπὶ ξένης ἐγενήθην.’’
2 Ἡράκλειτον καὶ τοὺς ἄλλους Ἑλλήνων, δι’ ὧν ἀπελέγχεται ἡ παρ’ Ἕλλησι πολιτεία τὸν μακρὸν αἰῶνα c πτωχεύουσα καὶ γυμνὴ παντὸς μαθήματος ἀπολειφθεῖσα;
ἀφιδρύμασι, μαντείαις τε καὶ χρησμοῖς, καὶ τῷ πολλῷ τύφῳ τῶν λαοπλάνων δαιμόνων ἐκαλλωπίζετο, σοφίας δὲ ἀληθοῦς καὶ μαθήματος βιωφελοῦς εἰς τὸ παντελὲς ἐχήρευεν.
ἀλλ’ οὐδ’ αὐτὸς ὁ θαυμαστὸς Πύθιος εἰς φιλοσοφίαν d αὐτοὺς τοπαράπαν ὠφέλει, οὐδέ τις ἄλλος θεῶν αὐτοῖς εἰς ἀναγκαίου τινὸς ἐπιτήδευσιν συνήργει · ἀλώμενοι δὲ ὧδε κἀκεῖσε καὶ τὸν βίον ἅπαντα περιτρέχοντες ἀλλοτρίοις πτίλοις σφᾶς αὐτοὺς ἐφαίδρυνον
κατὰ τὸν μῦθον, ὥστε αὐτοῖς ἤδη τὴν πᾶσαν φιλοσοφίαν ἐξ ἐράνου συστῆναι.
παρά τισιν ἄλλοις οἷόν τινες αὐτῶν τὸ παρ’ Ἑβραίοις ἀγαθὸν εὕροντο.
ὡς οὐ μόνης ἐστέρηντο τῆς ἀληθοῦς θεολογίας οἶ παλαιοὶ τῶν Ἑλλήνων, ἀλλὰ καὶ τῶν φιλοσοφίᾳ λυσιτελούντων μαθημάτων , καὶ οὐδὲ μόνων τούτων, ἀλλὰ καὶ τῶν κοινῶν καὶ πολιτικῶν ἐπιτηδευμάτων.
τὴν σημείωσιν εἰς ἀπόδειξιν τοῦ προκειμένου σκοποῦ, εἰ δὴ πρόκειται τὸν ἀπολογισμὸν ὑποσχεῖν τοῦ μὴ ἀλόγως ἡμᾶς τὴν παρ’ Ἑβραίοις θεολογίαν καὶ τὴν, ὡς ἂν αὐτοὶ φαῖεν, βάρβαρον τῆς Ἑλληνικῆς b προτετιμηκέναι φιλοσοφίας.
τοῖς θεοῖς αὐτῶν ἐνδίκως ἐπιμεμψάμενοι, καί τινες διὰ ταῦτα ἀθεότητα μᾶλλον τῆς τῶν θεῶν θεραπείας προτετιμηκότες , τί χρὴ λοιπὸν ἡμᾶς ἐπιμέμφεσθαι, οὐχὶ δὲ ἀποδέχεσθαι καὶ ἐπαινεῖν, ὅτι τὸ κρεῖττον ἀγαπήσαντες , μᾶλλον δὲ τὸ μόνον ἀληθὲς εὑρόντες
c καὶ ἀπειληφότες τοῦ ψεύδους ἀνεχωρήσαμεν, οὔτε εἰς ἄθεον λογισμὸν τοῖς σοφοῖς Ἑλλήνων ὁμοίως περιτραπέντες, οὔτε πάλιν τοῖς θαυμαστοῖς παραπλησίως φιλοσόφοις ἀμαμὶξ τὴν πλάνην τὴν πολύθεον τῇ γνώσει τοῦ ἐπὶ πάντων θεοῦ φύραντες , οὐδέ γε τὸ
ψεῦδος ἅμα τῷ ἀληθεῖ συγχέαντες ;
d
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.