ὁ τρόπος, ὅτι τε οὐδὲ τοῦ καθ’ ἑαυτῶν ἐφείσαντο ἐλέγχου, ἀρκεῖν ἀπὸ μυρίων ἡγοῦμαι τὰ εἰρημένα. μένα. ἔτι δὲ εἰς προπαρασκευὴν τῆς ἀπὸ τῶν Ἑβραϊκῶν λόγων ἐπιρρυείσης εἰς Ἕλληνας ὠφελείας εὖ μοι δοκεῖ καὶ ἀναγκαίως καθόλου πᾶσαν ἀποδεῖξαι τὴν
βοωμένην Ἑλλήνων παιδείαν τε καὶ φιλοσοφίαν, τά τε πρῶτα αὐτῶν μαθήματα, καὶ τὰ σεμνὰ τῆς λογικῆς c ἐπιστήμης ἀπὸ βαρβάρων αὐτοῖς συμπεφορημένα, ὡς ἂν μηκέθ’ ἡμῖν ἐπιμέμφοιτό τις αὐτῶν, ὅτι δὴ τὴν παρὰ τοῖς βαρβάροις εὐσέβειάν τε καὶ φιλοσο- φίαν τῶν παρ’ αὐτοῖς σεμνῶν προτετιμήκαμεν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.