καὶ γεννῆσαι Κλάθ· τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλὰθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα ἐτῶν ρμζ΄, καταλιπόντα Ἰωσὴφ ἐτῶν νϛ΄. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζ΄ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν μ΄ γεννῆσαι Ἀμρὰμ, ὃν
ἐτῶν εἶναι ιδ΄ ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ 249 ὄντα ρι΄ ἐτῶν· Κλὰθ δὲ γενόμενον ἐτῶν ἑκατὸν λγ΄ τελευτῆσαι. Ἀμρὰμ λαβεῖν γυναῖκα τὴν τοῦ θείου 426 θυγατέρα Ἰωχαβὲτ, καὶ ὄντα ἐνιαυτῶν οε΄ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι δὲ Μωσῆν τὸν Ἀμρὰμ
ὄντα ἐτῶν οή, καὶ γενόμενον Ἀμρὰμ ἐτῶν ρλϛ΄ τελευτῆσαι.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.