τὸν ἀδελφὸν κρυφίαν ἔχθρανἨσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν πατέρα δοκοῦντα εἶναι τὸν Ἠσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυναῖκα.
δὲ ὄντα ἐτῶν ἑβδομήκοντα ἑπτά
Ῥουβίν· καὶ τῷ ἔτει δὲ τῷ ἐνάτῳ μηνὶ ὀγδόῳ Συμεών· καὶ τῷ ἔτει δὲ τῷ δεκάτῳ μηνὶ ἕκτῳ Λευίν · τῷ δὲ ἑνδεκάτῳ ἔτει μηνὶ τετάρτῳ Ἰούδαν. Ῥαχὴλ τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελφὴν, καὶ παρακοιαὐτῷ τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελφἀν, τῷ
αὐτῷ χρόνῳ ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλείμ, b τῷ ἑνδεκάτῳ ἔτει μηνὶ πέμπτῳ καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱὸν , ὃν ὑπὸ Λείας Γὰδ ὀνομασθῆναι· καὶ ἐκ τῆς αὐτῆς τοῦ αὐτοῦ ἔτους καὶ μηνὸς δωδεκάτου ἕτερον τεκεῖν , ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ.
c χρόνῳ τὴν παιδίσκην αὐτῆς Ζελφὰν , τῷ δωδεκάτῳ ἔτει μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν, καὶ ὄνομα αὐτῷ θέσθαι Ἰσσαχάρ.
αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ τεκεῖν υἱὸν ὄνομα Δάν. ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα Δεῖναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεγάτῳ ἔτει μηνὶ ὀγδόῳ υἱὸν, ὃν ὀνομασθῆναι Ἰωσὴφ, ὥστε γεγονέναι ἐν τοῖς
d ἑπτὰ ἔτεσι τοῖς παρὰ λαβὰν δώδεκα παιδία.
θεοῦ παλαῖσαι, καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακὼβ, τὸν δὲ ναρκήσαντα ἐπισκάζειν· ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον. καὶ φάναι αὐτῷ τὸν ἄγγελον ἀπὸ τοῦδε μηκέτι Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ὀνομασθήσεσθαι.
τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδία ῥουβὶν ἐτῶν ιβ’ μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν ία μηνῶν τεσσάρων, Λευὶν ἐτῶν δέκα μηνῶν ἔξ, Ἱοὐσαν 424 ἐτῶν θ’ μηνῶν ὀκτὼ, Νεφθαλείμ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτὼ,
Ἰσσαχὰρ ἐτῶν ὀκτὼ , Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν δυοῖν, Δεῖναν ἐτῶν ἓξ μηνῶν τεσσάρων , Ἰωσὴφ ἐτῶν ἔξ μηνῶν τεσσάρων.
τοὺς Ἰσραὴλ υἱοὺς , Συμεῶνα μὲν ὄντα ἐτῶν εἴκοσι 248 ἑνὸς μηνῶν τεσσάρων , Λευὶν δὲ ἐτῶν εἴκοσι μηνῶν b ἕξ, ἀποκτεῖναι τόν τε Ἑμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς ἄρσενας διὰ τὴν Δεῖνας φθοράν· Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά.
Βενιαμὶν, συμβιῶσαι δ’ αὐτῇ τὸνἸακὼβ ἔτη εἴκοσι τρία.
ὥστ’ εἶναι αὐτὸν ἐτῶν τριάκοντα , Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν δέκα, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀγδοήκοντα.
Πεντεφρὴ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρὶ , καὶ γεννῆσαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ d ἐπιγενέσθαι ἔτη β’.
δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν· ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν αὐτὸν δεδηλωκέναι. ἐλθόντων γὰρ αὐτοῦ τῶν συγγενῶν φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως καὶ ἐρωτῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι.
425 οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῴ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτὰ, ἐκ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερίδας παραθεῖναι , καὶ αὐτὸν λαβεῖν δύο· γενέσθαι οὖν ἑπτὰ, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν.
Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ μετελθεῖν εἰς Χαναὰν, Ἀβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα, γίνεσθαι τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιέ.
τὸν Ἰακὼβ, ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν ἐτῶν μέ , Συμεῶνα ἐτῶν μδ', Λευὶν ἐτῶν μγ', Ἰούδαν ἐτῶν μβ' μηνῶν τριῶν, Ἀσὴρ ἐτῶν μ’ μηνῶν ὀκτὼ, c Νεφθαλεὶμ ἐτῶν μὰ μηνῶν ’ς, Γὰδ ἐτῶν μὰ μηνῶν γ’, Ζαβουλὼν ἐτῶν μ’, Δεῖναν ἐτῶν ’λθ’, Βενιαμὶν
ἐτῶν κη.
γῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν d εἰς Χαναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν ἔτη σιέ.
καὶ γεννῆσαι Κλάθ· τῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλὰθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα ἐτῶν ρμζ΄, καταλιπόντα Ἰωσὴφ ἐτῶν νϛ΄. Λευὶν δὲ γενόμενον ἐτῶν ρλζ΄ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν μ΄ γεννῆσαι Ἀμρὰμ, ὃν
ἐτῶν εἶναι ιδ΄ ἐν ᾧ τελευτῆσαι Ἰωσὴφ ἐν Αἰγύπτῳ 249 ὄντα ρι΄ ἐτῶν· Κλὰθ δὲ γενόμενον ἐτῶν ἑκατὸν λγ΄ τελευτῆσαι. Ἀμρὰμ λαβεῖν γυναῖκα τὴν τοῦ θείου 426 θυγατέρα Ἰωχαβὲτ, καὶ ὄντα ἐνιαυτῶν οε΄ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι δὲ Μωσῆν τὸν Ἀμρὰμ
ὄντα ἐτῶν οή, καὶ γενόμενον Ἀμρὰμ ἐτῶν ρλϛ΄ τελευτῆσαι.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.