αὐτῶν καὶ τοῦτο μέγα ὡς ἀληθῶς σημεῖον. ἐπεὶ γὰρ αὐτοὶ τῶν ἔργων ἐκείνου τοῦ ἔτους ἀνέχουσι, τοὺς γινομένους καρποὺς οὐκ οἴονται δεῖν συλλέγειν οὐδ᾿ ἀποτίθεσθαι, μὴ ἐκ τῶν οἰκείων πόνων περιόντας αὐτοῖς· ἀλλ᾿, ἅτε τοῦ θεοῦ παρεσχηκότος
αὐτοῖς, ἀνιείσης ἐπ᾿ αὐτομάτου τῆς γῆς, τοὺς βουλομένους ἢ δεομένους τῶν τε ὁδοιπόρων καὶ τῶν ἄλ- b λων ἀξιοῦσι μετὰ ἀδείας χρῆσθαι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.