ὅλον τὸν βίον συνεχὴς καὶ ἐπάλληλος ἁγνεία, τὸ ἀνώμοτον, τὸ ἀψευδὲς, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, 383 κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατὲς, τὸ καρτερικὸν, ἔτι δὲ ὀλιγοδέειαν,
ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθὲς, καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου δείγματα εὔνοια, ἰσότης, ἡ παντὸς λόγου κρείττων κοινωνία, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.