τῶν Ἰουδαίων οὐκ ὀλίγη μοῖρα νέμεται.
ζῷα καταθύοντες, ἀλλ’ ἱεροπρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες.
νόσον, ἐγγινομένην προσβολὴν ψυχαῖς ἀνίατον.
τοῦ βίου χρείας ἐκπορίζοντες.
γὰρ ἢ καπηλείας ἢ ναυκληρίας οὐδ’ ὄναρ ἴσασι, τὰς εἰς πλεονεξίαν ἀφορμὰς ἀποδιοπομπούμενοι.
ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως ἀναιρούντων ‚ ἢ πάντας ὁμοίως γεννήσασα b καὶ θρέψασα μητρὸς τρόπον ἀδελφοὺς γνησίους, οὐ λεγομένους, ἀλλ’ ὄντας ὄντως ἀπειργάσατο.
διέσεισεν, ἀντ’ οἰκειότητος ἀλλοτριότητα καὶ 225 ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη.
αὐτοῦ περὶ ὑπάρξεως θεοῦ καὶ τῆς τοῦ παντὸς γενέσεως c φιλοσοφεῖται ‚ τὸ ἠθικὸν εὖ μάλα διαπονοῦσιν, ἀλείπταις χρώμενοι τοῖς πατρῴοις νόμοις, οὓς ἀμήχανον ἀνθρωπίνην ἐπινοῆσαι ψυχὴν ἄνευ κατακωχῆς ἐνθέου.
γὰρ ἡ ἑβδόμη νενόμισται, καθ᾿ ἣν τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαὶ, καθ᾿ ἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατικῶς. εἷς μέν τις τὰς βίβλους
ἀναγινώσκει λαβὼν, ἕτερος δὲ τῶν ἐμπειροτάτων d ὅσα μὴ γνώριμα παρελθὼν ἀναδιδάσκει· τὰ γὰρ πλεῖστα διὰ συμβόλων ἀρχαιοτρόπῳ ζηλώσει παρ᾿ αὐτοῖς φιλοσοφεῖται.
ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων, αἱρέσεις ὧν χρὴ καὶ φυγὰς τῶν ἐναντίων, νόμοις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ τε φιλοθέῳ καὶ φιλαρέτῳ καὶ φιλανθρώπῳ.
ὅλον τὸν βίον συνεχὴς καὶ ἐπάλληλος ἁγνεία, τὸ ἀνώμοτον, τὸ ἀψευδὲς, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, 383 κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατὲς, τὸ καρτερικὸν, ἔτι δὲ ὀλιγοδέειαν,
ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθὲς, καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου δείγματα εὔνοια, ἰσότης, ἡ παντὸς λόγου κρείττων κοινωνία, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν.
τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι κοινὴν συμβέβηκε. πρὸς γὰρ τῷ κατὰ θιάσους συνοικεῖν ἀνα- b πέπταται καὶ τοῖς ἑτέρωθεν ἀφικνουμένοις τῶν ὁμο- ζήλων.
ἂν μεθ’ ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτ’ οὐκ ἴδια φυλάττουσιν ‚ ἀλλ’ εἰς μέσον προτιθέντες κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ’ αὐτῶν c παρασκευάζουσιν ὠφέλειαν· οἵ τε νοσοῦντες οὐχ ὅτι πορίζειν ἀδυνατοῦσιν ἀμελοῦνται, πρὸς τὰς νοσηλείας
ἐκ τῶν κοινῶν ἔχοντες ἐν ἑτοίμῳ, ὡς μετὰ πάσης ἀδείας ἐξ ἀφθονωτέρων ἀναλίσκειν.
Ἑλληνικῶν ὀνομάτων ἀθλητὰς ἀρετῆς ἀπεργίζεται φιλοσοφία, γυμνάσματα προτιθεῖσα τὰς ἐπαινετὰς πράξεις, ἐξ ὧν ἡ ἀδούλωτος ἐλευθερία βεβαιοῦται.
προαιρέσεσι χρησαμένων διαφερούσαις ‚ οἱ μὲν γὰρ εἰς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες ‚ ἢ καὶ ζῶντας ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη καεουργοῦντες,
ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης, οὐκ ἐπαύσαντο· 384 ’
φωνῆς ὑποκρίσει βαρύμηνι ἦθος ἐπιδεικνύμενοι, κυνῶν ἰοβόλων τρόπον προσσαίνοντες, ἀνιάτων γενόμενοι κακῶν αἴτιοι, κατὰ πόλεις μνημεῖα τῆς ἑαυτῶν ἀσεβείας καὶ μισανθρωπίας ἀπέλιπον τὰς τῶν πεπονθότων ἀλήστους συμφοράς.
δολερῶν καὶ ὑπούλων ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων b ἢ Ὁσίων ὅμιλον αἰτιάσασθαι· πάντες δ’ ἀσθενέστεροι τῆς τῶν ἀνδρῶν καλοκαγαθίας γενόμενοι καθάπερ αὐτονόμοις καὶ ἐλευθέροις οὖσιν ἐκ φύσεως προσηνέχθησαν ‚ ᾄδοντες αὐτῶν τὰ συσσίτια καὶ τὴν
παντὸς λόγου κρείττονα κοινωνίαν, ἣ βίου τελείου καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα.”
ἔθνους οἱ θεῖοι διηγόρευον νόμοι, τέθειται προλαβὼν ὁ λόγος.
εἴη ;
ἀρετῇ παῖδες Ἑβραίων γεγόνασι. πάλιν οὖν τὸν Φίλωνα παριτέον ἀπὸ τοῦ πρώτου τῶν Εἰς τὸν Νόμον
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.