ἐπ᾿ αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν πατὴρ, πρῶτος ἀπάντων κατὰ χρησμὸν τὸ 310 σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γεννωμένοις ἐπιτελεῖν παραδοὺς, εἴτε εἰς ἐμφανῆ σημείωσιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθίας, εἴτε καὶ
ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον, ἢ τῆς ἐκείνων ἀρετῆς ἀπολειπόμενοι, εἴτε καθ᾿ ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.