ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾀ αὐτοῦ μεμαρτύρηται. τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε. πολὺς αὐχμὸς καὶ γνόφος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος, οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαν
τες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ d δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως αἴτιοι, εἴτε τινὸς κρείττονος μοίρας ἢ κατὰ θνητῶν φύσιν ὑπάρξαντες, εἴθ᾿ ὁπωσοῦν κατεσκευασμένοι, τῆς ἐν ἀνθρώποις περιέργου
διδασκαλίας ἀπάρξαντες, γοητείας καὶ τῆς ἄλλης κακοτρόπου μαγγανείας ἐπιτεχνήματα λέγονται παρα- δοῦναι τῷ βίῳ, ὥστε πὰν τὸ ἀνθρώπειον γένος μιᾶς ὑπὸ ψῆφον γενέσθαι παρὰ θεῷ δίκης.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.