Αἰγυπτία παρ’ Αἰγυπτίων καὶ τὰ Φοινίκων παρὰ τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἐλλήνων c παρὰ τῶν ἐν τούτοις διαφανῶν, τά τε φιλοσόφων παρὰ τῶν φιλοσόφων, ἀλλ’ οὐ παρὰ τῶν ἀπείρων φιλοσοφίας· πόθεν δὲ ἄλλοθεν προσήκοι ἂν καὶ τὰ ἰατρικῆς ἢ παρὰ τῶν ἐπιστημόνων πυνθάνεσθαι; οὕτω δὴ κατὰ τὸ ἀκόλουθον ἡγοῦμαι δεῖν καὶ τὰ Ἑβραίων ἐκ τῶν παρ’ Ἑβραίοις λογίων, ἀλλὰ μὴ ἄλλοθέν
ποθεν ἀποδέχεσθαι)
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.