ὑπεροχῆς ὑποστῆναι. διὸ καὶ θεοῦ ἐννοίας εἰς φαντασίαν ἰέναι, σοφίας τε καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς ἀντιλήψεις ποιεῖσθαι, δρόμους τε ἡλίου b καὶ σελήνης καὶ ἄστρων ἡμερῶν τε καὶ ὡρῶν κύκλους ἀπαριθμεῖσθαι δυνατῶς ἔχειν, τῆς πρὸς τὰ ἄνω συγγενείας
χάριν, ἣν θνητῶν μόνος ἄνθρωπος ἐπιδείκνυται.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.