ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα, σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀίδιος “ἐνέπνευσε ἐνέπνευσε γὰρ” φησὶν ὁ θεὸς‘‘ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο c ἄνθρωπος εἰς ψυχὴν ζῶσαν ζῶσαν”, ὥστε ἀνάγκη πρὸς
τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίζεσθαι.
σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς μοῖραν, οὐρανὸν, τὰς ὄψεις ἀνατεῖναι.”
τοῦ παμβασιλέως θεοῦ, τὰ δ’ ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπτῆναι πάλιν αὐτοῦ νεύματι· μόνον δὲ τῶν ἐπὶ γῆς ζῴων τὸ θεοφιλέστατον, ἡμᾶς αὐτοὺς αὐτοὺς, κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν τὴν ψυχὴν γεγονέναι· πρὸς ὃ καὶ ὁρᾶσθαι ἀρχικὸν καὶ βασιλικὸν τὴν φύσιν,
μόνον τε τῶν ἐπὶ γῆς εἶναι λογικὸν καὶ δημι- 1 ουργικὸν καὶ κριτικὸν καὶ νομοθετικὸν, τεχνῶν τε καὶ ἐπιστημῶν καταληπτικόν· εἶναι γὰρ μόνην τὴν ἐν ἀνθρώπῳ ψυχὴν νοερὰν καὶ λογικὴν οὐσίαν, ἧς μὴ μετεῖναι τοῖς ἄλλοις ἐπὶ γῆς ζῴοις.
332 τὸν δὲ, οἶα δεσπότην καὶ ἡγεμόνα δουλοῦσθαι καὶ ὑποτάττειν τὰ ῥώμῃ μὲν σώματος πολὺ κρείττονα, μείονα δὲ τῇ κατὰ τὴν νοερὰν οὐσίαν στερήσει.
ὑπεροχῆς ὑποστῆναι. διὸ καὶ θεοῦ ἐννοίας εἰς φαντασίαν ἰέναι, σοφίας τε καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς ἀντιλήψεις ποιεῖσθαι, δρόμους τε ἡλίου b καὶ σελήνης καὶ ἄστρων ἡμερῶν τε καὶ ὡρῶν κύκλους ἀπαριθμεῖσθαι δυνατῶς ἔχειν, τῆς πρὸς τὰ ἄνω συγγενείας
χάριν, ἣν θνητῶν μόνος ἄνθρωπος ἐπιδείκνυται.
ὅσα καὶ ἀλόγου θρέμματος τὸν δεσπότην ἠχθισμένου φροντίζειν φροντίζειν, ἄγειν τε πράως αὐτὸ, καὶ τρέφειν οἷα δοῦλον, πρὸς ἀνθρωπείου βίου διακονίαν εὖ προσηνωμένον, c τὸν δ’ εἴσω δεσπότην, ὡς ἂν εὐγενῆ καὶ θεοῦ συγγενῆ τὴν φύσιν, ἐλευθερίοις τρόποις τιμᾶν,
ἅτε καὶ πρὸς τοῦ πάντων αἰτίου τετιμημένον.
δείσω, χορείαις συγκαταλέξας θείαις.
πλημμεληθὲν δευτέροις αἰσίοις ἐπιδιορθοῦσθαι, σπεύδειν τε ἐπὶ τὴν τῶν οἰκείων ἀναδρομήν τε καὶ ἀποκατάστασιν. εἶναι γὰρ τέλος ἀνθρώπου φύσεως οὐχ ὧδε ἐπὶ γῆς εἰς φθορὰν καταστρέφον καὶ ἀπώλειαν, ἀλλ’ ἐκεῖθεν ὅθεν καὶ ὁ πρῶτος ἀπέσφηλε.
Ἑβραίοις πεφιλοσοφημένα ἄνωθεν, πρὶν ἢ καὶ εἰς ἀνθρώπους παρελθεῖν Ἕλληνας· οἱ χθιζοί τινες καὶ κομιδῇ νέοι ἀπὸ γῆς ἀνακύψαντες, τά τε βαρβάρων ὑποσυλᾶν διανοηθέντες διανοηθέντες, καὶ τῶν παρ’ Ἑβραίοις οὐκ ἀπέσχοντο, ὡς προι·ὼν ὁ λόγος αὐτίκα μάλα ἐπιδείξει.
ἔστησαν, οἶ μὲν κακίας πηγὴν τὴν ὕλην εἶναι ἀποφηνάμενοι ἀγέννητόν τε ὑπάρχειν, οἶ δὲ τῇ μὲν οἰκείᾳ φύσει ἄποιον καὶ ἀσχημάτιστον, τῇ δὲ τοῦ θεοῦ δυνάμει τὸν κόσμον αὐταῖς ποιότησι προσειληφέναι, δεικτέον ὡς πολὺ κρεῖττον ἡ Ἑβραίων ἐπέχει δόξα,
μετ’ ἀποδείξεως λογικῆς παρισταμένη τῷ προβλήματι, καὶ τὸν ἐναντίον λογισμοῖς ὀρθοῖς ἀποσκευαζομένη c λόγον.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.