τοῦ παμβασιλέως θεοῦ, τὰ δ’ ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπτῆναι πάλιν αὐτοῦ νεύματι· μόνον δὲ τῶν ἐπὶ γῆς ζῴων τὸ θεοφιλέστατον, ἡμᾶς αὐτοὺς αὐτοὺς, κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν τὴν ψυχὴν γεγονέναι· πρὸς ὃ καὶ ὁρᾶσθαι ἀρχικὸν καὶ βασιλικὸν τὴν φύσιν,
μόνον τε τῶν ἐπὶ γῆς εἶναι λογικὸν καὶ δημι- 1 ουργικὸν καὶ κριτικὸν καὶ νομοθετικὸν, τεχνῶν τε καὶ ἐπιστημῶν καταληπτικόν· εἶναι γὰρ μόνην τὴν ἐν ἀνθρώπῳ ψυχὴν νοερὰν καὶ λογικὴν οὐσίαν, ἧς μὴ μετεῖναι τοῖς ἄλλοις ἐπὶ γῆς ζῴοις.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.