παρ᾿ ἑτέρου [του ἢ παρὰ θεοῦ λόγου,] τοῦ δὴ καὶ ἀνωτέρω καὶ κρείττονος, ὃν δὴ δευτερεύειν ἔφαμεν τῆς ἀνωτάτω καὶ ἀγεννήτου φύσεως θεοῦ τοῦ παμβασιλέως· παρ᾿ οὗ δὴ καὶ αὐτὸς ἐπιχορηγούμενος ὁ θεὸς λόγος, καὶ ὥσπερ ἐξ ἀενάου πηγῆς θεότητα
d ἀναβλυστανούσης ἀρυτόμενος, τοῖς πᾶσιν ὁμοῦ καὶ δὴ καὶ αὐτῷ τῷ ἁγίῳ πνεύματι, μᾶλλον ἁπάντων αὐτῷ προσεχεῖ καὶ ἐγγυτάτω ὄντι, ταῖς τε μετὰ τοῦτο νοεραῖς καὶ θείαις δυνάμεσιν ἀθρόως καὶ ἀνεπιφθόνως τῶν τοῦ οἰκείου φωτὸς μαρμαρυγῶν μεταδίδωσι.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.