ἡμῖν θνητοῦ καὶ γεώδους πυρὸς οὐσίας μετέχειν τὰ δηλούμενα, μηδέ γε τῶν ἐξ ἀλόγου φύσεως ἀέρος πνευμάτων· ἀλλ’ οἶόν περ καὶ αὐτὸν ὀνομάζουσι τὸν 327 θεὸν, ἀσώματον μὲν καὶ ἄϋλον καὶ αὐτόνουν, μᾶλλον δὲ ὑπὲρ νοῦν καὶ ὑπὲρ πάντα λόγον ὄντα τὴν φύσιν, τροπικώτερον δὲ καὶ πνεῦμα καὶ πῦρ καὶ φῶς, καὶ ἄλλαις τισὶ προσηγορίαις θνηταῖς ἀκοαῖς καταλλήλοις ὀνομαζόμενον, ἀγγέλους δῆτα καὶ ἀρχαγγέλους,
καὶ πνεύματα καὶ θείας δυνάμεις καὶ στρατιὰς οὐρανίους, ἀρχάς τε καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, ὡς ἂν μυρίους ἐπὶ μυρίοις ἀστέρας τε καὶ φωστῆρας, τὰς νοερὰς καὶ λογικὰς οὐσίας οἱ b θεῖοι λόγοι προσειπόντες, ἄρχειν ἁπάντων καὶ ἐπιστατεῖν
τὸν τῆς δικαιοσύνης φασὶν ἥλιον, καὶ τὸ τούτου σύζυγον ἅγιον πνεῦμα.
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.