“εἶπεν ὁ θεὸς, βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ πᾶν ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος ἐπὶ τῆς γῆς, καὶ ἐγένετο.” καὶ αὖθις “εἶπεν ὁ θεὸς γενηθήτωσαν φωστῆρες
ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτοὺς, καὶ ἐγένετο.” 318 καὶ πάλιν “εἶπεν ὁ θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πάντα τὰ πετεινὰ
τοῦ οὐρανοῦ κατὰ γένος, καὶ ἐγένετο.” καὶ πάλιν “ἐξαγαγέτω ἡ γῆ τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος, καὶ ἐγένετο.”
Praeparatio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.